Ancient Greek
Section 222
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 222
Not analysed yet
Ὅτι ὁ Νεῖλος Λιβύηθεν ἐπ' ἀνατολὴν πολὺς ἕρπων ἕως καὶ εἰς τὴν καλουμένην πόλιν Συήνην Σῖρις ὑπὸ Αἰθιόπων κικλήσκεται, ἀφ' ὧν καὶ ἄρχεται ῥέειν. Οἱ δὲ περὶ Συήνην στρεφθέντι, τουτέστιν ἐπὶ τὰ βόρεια κάμψαντι, Νεῖλον τὸ ὄνομα μετέθεντο. Πολλὴ δὲ ἐν ταῖς ἱστορίαις ἡ Συήνη, ἀπὸ Συήνου τινὸς οὕτω κληθεῖσα. Ἐν ᾗ καὶ φρέαρ εἶναί φασι τὰς θερινὰς τοῖς ἐκεῖ διασημαῖνον τοῦ ἡλίου τροπάς· ὅπου καὶ ἄσκιοι κατὰ μεσημβρίαν εἰσὶν οἱ ὡρολογικοὶ γνώμονες, διὰ τὸ ὑποκεῖσθαι τοὺς τόπους τούτους τῷ τροπικῷ. Τὸ δὲ Σῖρις οἱ μὲν βάρβαρόν φασιν εἶναι ὄνομα, ἤτοι Αἰθιοπικὸν κατὰ τὸν Διονύσιον· διὸ οὐδὲ χρῆναι λέγουσι ζητεῖν Ἑλληνικὴν ἐτυμολογίαν αὐτοῦ, οὐδὲ τῆς Ἰταλικῆς Σίριδος· πόλις δὲ ἡ Σῖρις ἐκείνη. Οἱ δὲ ἐπιχειροῦσιν ἀπὸ τοῦ Σειρίου ἀστέρος ἀποδοῦναι τὸ τῆς λέξεως ἔτυμον. Ὑπὸ Κύνα γὰρ, φασὶν, οὗ μέρος ὁ Σείριος ἀστὴρ, πλημμύρει ὁ Νεῖλος, ἐν ἐπιτολῇ Κυνὸς ἀναβαίνων, ὅτε ἀποτελοῦνται τὰ παρ' ἡμῖν κατὰ τὴν καθωμιλημένην γλῶτταν λεγόμενα κυνοκαύματα. Οἱ δὲ ἀπὸ τοῦ εἴρω ἐτυμολογοῦσι τὸ Σῖρις, ὃ δηλοῖ τὸ συμπλέκω, συναρμόττω, ἐπειδὴ εἱρμῷ τινι καὶ τάξει φέρεται, καὶ οὐ παραπροθεσμεῖ τὴν ἀνάβασιν· διὸ καὶ τῇ αὐτοῦ ὑπερβάσει φασὶ μετρεῖσθαι παρὰ τοῖς ἐγχωρίοις τὸν ἐνιαυτόν. Καὶ τὸν Νεῖλον δὲ ὀφείλοντα διὰ διχρόνου μόνου τοῦ ἰῶτα γράφεσθαι, ὡς ἀπὸ τῆς ἰλύος, ὅμως διὰ τοῦτο φασι τὴν διὰ διφθόγγου γραφὴν ἀποφέρεσθαι, ὡς ἂν ἔχῃ πληροῦν καὶ τῇ ποσότητι τῆς ἀριθμητικῆς δυνάμεως τῶν ἐν αὐτῷ γραμμάτων τὸν ἐνιαύσιον καιρόν. Τὸ γὰρ Νεῖλος κατὰ τὴν δύναμιν τῶν ἐν αὐτῷ στοιχείων ποσούμενον τὸν τξέ ἀριθμὸν συντελεῖ, ὁπόσαι εἰσὶ καὶ αἱ κατ' ἐνιαυτὸν ἡμέραι. Καὶ οὕτω δείκνυται ὅτι ὁ Νεῖλος κατὰ εἱρμόν τινα φέρεται. Καίτοι καὶ ἄλλῳ τρόπῳ τὸ Νεῖλος ἠτυμολόγηται, παρὰ τὸ νέαν, ἤτοι ἐνιαυσιαίαν, ἄγειν ἰλὺν, νέϊλός τις ὤν. Λέγει οὖν καὶ ὁ Ποιητὴς οὗτος, ὅτι οὔτις ποταμῶν ὅμοιος τῷ Νείλῳ, οὔτε ἰλὺν βαλεῖν, οὔτε χθονὸς ὄλβον ἀέξειν. Διὸ καὶ ἐργατικὸν ποταμὸν αὐτόν φησιν ὁ Ἡρόδοτος. Ὅτι δὲ πολλὴν ὁ Νεῖλος ἰλὺν βάλλει, δηλοῖ καὶ ὁ λόγος ὁ λέγων ἐπίκτητον εἶναι τὴν Αἴγυπτον καὶ δῶρον τοῦ ποταμοῦ, διὰ τὴν ἐκ τῆς τοιαύτης ἰλύος πρόσχωσιν. Ἦν γὰρ ὅτε, φασὶ, πᾶσα ἡ Αἴγυπτος ἕλος ἦν. Τινὲς δὲ Νεῖλόν φασιν ὠνομάσθαι ἀπὸ Νείλου τινὸς ἀπογόνου Ἄτλαντος, βασιλεύσαντος τῶν ἐκεῖ. Ἄλλοι δὲ, ὅτι Μέλας πρότερον καλούμενος μετεκλήθη Νεῖλος ἀπό τινος Νείλου βασιλικοῦ παιδὸς ἐκεῖ ῥίψαντος ἑαυτόν. Τινὰς μέντοι ἀπό τινος Νειλασίου κεκλῆσθαι οὕτως αὐτὸν εἰπόντας, οὐκ εὖ λέγοντας ἀπελέγχει ὁ Ἀρριανός.