Ancient Greek
Section 260
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 260
Not analysed yet
Ὅτι πρὸς ἀνατολὰς Αἰγύπτου περὶ τὴν Κασιώτιδα πέτραν, ἤτοι περὶ τὸ Κάσιον ὄρος, ἡ πόλις τὸ Πηλούσιον κεῖται, πρὸς τῷ ἐξ αὐτοῦ παρωνύμῳ Πηλουσιακῷ τοῦ Νείλου στόματι ἀνατολικῷ ὄντι. Καὶ οὗτος μὲν τὸ Πηλούσιον πτολίεθρον ἐπώνυμον τοῦ Πηλέως φησὶν, ὡς στρατιωτῶν Φθιωτῶν ὑπὸ τῷ Πηλεῖ τεταγμένων οἰκησάντων αὐτὸ, ἄλλοι δὲ ἀπὸ τοῦ πηλοῦ καὶ τῶν ἐκεῖ ἑλῶν καὶ τελμάτων καλοῦσιν αὐτό. Ναυτικωτάτους δὲ τοὺς Πηλουσιώτας καλεῖ ἐν τῷ λέγειν αὐτοὺς ἔξοχα ναυτιλίας δεδαημένους. Τοιούτους δὲ καὶ Ὅμηρος οἶδε τοὺς Φοίνικας. Ἰστέον δὲ ὅτι τὸ Κάσιον Ἡρόδοτος ὁρίζειν φησὶ τὴν Αἴγυπτον καὶ τὴν Συρίαν· καὶ ὅτι τὰ νῦν ἰδιωτικῶς Κασιανὰ ὑφάσματα λεγόμενα ἐκ τῶν περὶ τὸ ῥηθὲν Κάσιον ὄρος τὴν ἀρχὴν τῆς κλήσεως ἐοίκασι λαβεῖν, ὡς ὑπεμφαίνει ὁ γράψας τὰ Ἐθνικὰ, ἐν λόγῳ τιθεὶς τὰ Κασιωτικὰ ἱμάτια.