Ancient Greek
Section 262
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 262
Not analysed yet
Ὅτι οἱ Πηλουσιῶται οὐκ εἰσὶν ἀνδράσι Λιβύεσσιν ἐναρίθμιοι. Καὶ γὰρ ἄστυ ἔλαχον, φησὶν, ἐς αὐγὰς Νείλου νενασμένον, ἤτοι κατοικούμενον. Οἱ δὲ ἀστειότερον λελασμένον γράφουσιν, ὃ ἔστιν ἐπιλελησμένον τοῦ Νείλου, ὡς ἔξω τοῦ Δέλτα καὶ πόρρω αὐτοῦ κείμενον. Καὶ ἡ Σερβωνὶς τοίνυν λίμνη τούτῳ τῷ λόγῳ κεχώρισται τῆς Λιβύης, ὡς ἀνατολικωτέρα τοῦ Πηλουσιακοῦ στόματος, ὅπερ, ὡς λέλεκται, τῆς Ἀσίας ἐστί. Σημείωσαι δὲ ὅτι ἔστιν ἐνταῦθα ζητῆσαι τοιοῦτόν τι· ἐὰν τὸ μὲν Κανωβικὸν στόμα τοῦ Νείλου πέρας τῆς Λιβύης ᾖ, ὡς προείρηται, τὸ δὲ ἐπώνυμον τῷ Πηλουσίῳ Πηλουσιακὸν στόμα τῆς ἑῴας ἐστὶ καὶ οὐ Λιβυκὸν, τὴν ἐν μέσῳ τῶν ἄκρων δύο τούτων Αἰγυπτίαν γῆν ὁποτέρᾳ προσνέμειν χρὴ, ἆρά γε τῇ Λιβύῃ ἢ τῇ Ἀσίᾳ; πρὸς δὲ τὴν τοιαύτην ζήτησιν ἔστιν ἐπαγωνίσασθαι, ὅτι ὡς μεθόριον οὐδετέρᾳ τῶν δύο ἠπείρων ἀκριβῶς ἡ διὰ μέσου γῆ προσνενέμηται. Ἡρόδοτος δὲ φανερῶς διαστέλλει τῶν Λιβύων τοὺς Αἰγυπτίους, ἔν τε ἄλλοις τόποις καὶ ἔνθα λέγει ὅτι Αἰγύπτιοι μετὰ Λίβυας ὑγιέστεροι πάντων ἀνδρῶν διὰ τὸ τὰς ὥρας οὐ μεταλλάσσειν. Ἡ δὲ λέγουσα ἱστορία ὅτι αἱ ἴβεις ἐν Πηλουσίῳ οὐ γίνονται, ἐν δὲ τῇ ἄλλῃ Αἰγύπτῳ εἰσὶν, Αἰγυπτίαν εἶναι πόλιν ἐμφαίνει τὸ Πηλούσιον.