Ancient Greek
Section 288
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 288
Not analysed yet
Ὅτι περὶ τὴν Πυρήνην, ἤτοι τὸ Πυρηναῖον ὄρος, οἱ Κελτοὶ κατοικοῦσιν, ἀγχοῦ πηγῆς καλλιρρόου Ἠριδανοῦ, ὅν τινες εἶναί φασι τὸν νῦν λεγόμενον Πάδον. Ὁ δὲ Γεωγράφος περὶ αὐτοῦ οὕτω φησίν· «Ἠριδανὸν τὸν μηδαμοῦ γῆς ὄντα, πλησίον δὲ τοῦ Πάδου λεγόμενον.» Ὃν Πάδον καὶ μέγιστον ἐκεῖνός φησι τῶν Εὐρωπαίων ποταμῶν μετὰ τὸν Ἴστρον, καὶ εἰς τὴν Ἀδριατικὴν αὐτὸν λέγει ἐκπίπτειν θάλασσαν. Οὗ Πάδου πέραν καὶ τὸ Μεδιολάνιον εἶναι λέγει, πόλιν ἀξιόλογον, συνάπτουσάν πως ταῖς Ἄλπεσιν. Ἰστέον δὲ ὅτι καὶ Ἄρατος ἐν οἷς λέγει λείψανον Ἠριδανοῦ τὸ κατ' οὐρανὸν φαινόμενον αὐτοῦ ἀστροθέτημα, ἐμφαίνει ἐκλελεῖφθαι τὸν κάτω ποταμὸν Ἠριδανόν. Ὁ μέντοι Διονύσιος, ὡς ἔτι ὄντος τοῦ Ἠριδανοῦ, ἐκτίθεται καὶ τὰ περὶ αὐτοῦ μυθευόμενα, δηλαδὴ τὰ κατὰ τὸν Φαέθοντα, ὃν ἐκπεσόντα τοῦ πατρῴου ἡλιακοῦ ἅρματος καὶ τῷ Ἠριδανῷ ἐμπεσόντα ἐκεῖ αἱ ἀδελφαὶ Ἡλιάδες νυκτὸς ἐκώκυσαν, καὶ τῶν ὀφθαλμῶν ἀπέσταξαν δάκρυον ἤλεκτρον. Εἶτα αἴγειροι γενόμεναι ἀποστάζουσι, φησὶ, καὶ εἰσέτι τοιοῦτον δάκρυον. Κελτῶν δὲ παῖδες ὑφήμενοι ταῖς αἰγείροις ἀμέλγονται δάκρυα χρυσαυγέος ἠλέκτρου, ὃ ἔστι δρέπονται τὸν τοιοῦτον ἤλεκτρον. Οἱ δὲ ἀμέργονται γράφουσι διὰ τοῦ ρ. Ἤλεκτρος δὲ νῦν οὐχὶ τὸ ἐκ χρυσοῦ καὶ ἀργύρου κρᾶμα, λίθος δέ τις χρυσοειδὴς, ἐξ οὗ καὶ λαβαὶ μαχαίραις γίνονται, ἀχύρων ἐφελκυστικαὶ, ὡς ἡ μαγνῆτις σιδήρου. Ὅτι δὲ οὐκ ἄντικρυς λίθος ἐστὶν ὁ τοιοῦτος ἤλεκτρος, ἀλλὰ δένδρου δάκρυον, πεπηγὸς εἰς σῶμα λιθοειδὲς, δεικνύουσί τινες τῶν παλαιῶν. Δῆλον δὲ ὅτι καὶ ὡς χρυσαυγὴς ὁ ῥηθεὶς ἤλεκτρος λέγεται τῶν Ἡλιάδων εἶναι δάκρυον· τὸ γὰρ μέταλλον τοῦ χρυσοῦ τῷ ἡλίῳ ἀνάκειται. Σημείωσαι δὲ ὅτι προϊὼν ὁ Διονύσιος λίθον παραποτάμιον λέγει τὸν ἤλεκτρον. Πυρήνη δὲ ὄρος μέγιστον διαχωρίζον τὴν Ἰβηρίαν καὶ τὴν Κελτικήν. Τὸ δὲ Κελτοί ὁ Γεωγράφος Κέλται φησὶν, ὡς οἱ Χρῦσαι. Διήκειν δὲ λέγονται ἄχρι τοῦ Ῥήνου οἱ Κελτοί. Ἀπὸ δὲ αὐτῶν οἱ σύμπαντες Εὐρωπαῖοι Γαλάται Κελτοὶ ὑπὸ Ἑλλήνων ἐκλήθησαν.