Ancient Greek
Section 294
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 294
Not analysed yet
Ὅτι μετὰ τὸν Ἠριδανὸν οἱ Τυρρηνοὶ, περὶ ὧν κατωτέρω ῥηθήσεται· ὧν πρὸς ἀνατολὴν ἡ τῆς Ἄλπιος ἀρχὴ, δι' ἧς μέσης κατασύρεται ὁ Κελτικὸς Ῥῆνος, δίστομος εἰς τὸν βόρειον ἐκβάλλων ὠκεανὸν, ὀξὺς καὶ δυσγεφύρωτος καὶ σκολιός. Οὗτός ἐστιν ὁ λεγόμενος τὰ νόθα τῶν γνησίων διορίζειν γεννήματα, οἷα τὰ μὲν ὑπανέχων, τὰ γνήσια, τὰ δὲ μὴ τοιαῦτα διδοὺς βυθῷ λήθης καὶ ὕδατος. Ἡ δὲ Ἄλπις μέγιστον ὄρος, διὸ καὶ πληθυντικῶς λέγονται αἱ Ἄλπεις. Φασὶ δὲ τὴν ταύτην λέξιν κατὰ τὴν εἰς τὸ Ἑλληνικὸν μετάληψιν ταὐτὸν δύνασθαι τῇ κλεισούρᾳ. Οὔτω δὲ ὑψηλὸν ἱστορεῖται τὸ ὄρος, ὥστε οὐδ' ἂν πεμπταῖός τις ἀναβαίη αὐτό. Ἄρχεται δὲ ἀπὸ τῶν αὐτῶν χωρίων, ἀφ' ὧν καὶ τὰ ῥηθησόμενα ἐν τοῖς ἑξῆς Ἀπέννια ὄρη τὰ κατὰ τὴν Γένουαν, ἥτις ἐστὶ Λιγύων ἐμπόριον. Ἐκαλεῖτο δὲ καὶ κατὰ γένος οὐδέτερον τὰ Ἄλπια, καὶ Ἄλβια δὲ μετὰ τοῦ β.