Ancient Greek
Section 31
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 31
Not analysed yet
Ὅτι ἔθνος Σκυθικὸν οἱ Ἀριμασποὶ, καὶ τούτους οὗτος μὲν ἀρειμανέας ἢ ἀρειμανίους λέγει, Αἰσχύλος δὲ μονῶπα στρατὸν ὀνομάζει, διότι τοξικώτατοι ὄντες ἐπιμύουσι τὸν ἕτερον ὀφθαλμὸν, διὰ τὸ πρὸς τὴν βολὴν εὔστοχον. Καὶ τάχα διὰ τὴν ἄγαν ἐκ παίδων εἰς τοῦτο συνάσκησιν, ὡς καὶ οἱ παλαιοὶ λέγουσιν, εἰς βραχύτερον αὐτοῖς συνέσταλται ὁ ἕτερος τῶν ὀφθαλμῶν. Ἔτι δὲ καὶ τοιοῦτοι, ὡς εἰκὸς, ἐκ προϋπαρξάντων ὁμοίων γεννῶνται πατέρων, καὶ τούτου γινομένου εἰσαεὶ, περιέστη τὸ πάθος εἰς ἐθνικὴν ἰδιότητα· οὐ γὰρ δήπου, φασὶν, ἄλλως ἡ φύσις οὕτω τερατῶδες γένος ἔθνους ἐξήνεγκε. Καὶ αὐτὸ δὲ τοῦτο Ἀριμασποί, καθὰ καὶ Ἡροδότῳ δοκεῖ, ἐκ τοῦ τοιούτου πάθους καλοῦνται, ὡς οἷον εἰπεῖν μονόφθαλμοι· ἀρί μὲν γὰρ τὸ ἓν Σκυθιστὶ, μασπὸς δὲ ὁ ὀφθαλμός. Ἱστορεῖ δὲ Ἡρόδοτος καὶ τοὺς χρυσοφύλακας γρύπας ἀνωτέρω αὐτῶν ἐπὶ θάλασσαν, λέγων καὶ ὅτι ὥσπερ εἰσί τινες Ὑπερβόρεοι, οὕτω καὶ ὑπερνότιοι· καὶ ὅτι ὁ Ἄβαρις ὁ ὑμνούμενος Ὑπερβόρειος ἦν, ὃς οὐδέν τε σιτεῖσθαι λέγεται καὶ τὸν ὀϊστὸν περιφέρειν κατὰ πᾶσαν τὴν γῆν.