Ancient Greek
Section 331
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 331
Not analysed yet
Ὅτι τὰ κυρτότερα τῆς Εὐρώπης περιηγησάμενος, ἤγουν τοὺς ἕως καὶ εἰς τὸν βόρειον ὠκεανὸν διήκοντας Ἴβηρας καὶ τοὺς Πυρρηνοὺς καὶ τοὺς Βρεττανοὺς καὶ τοὺς Γερμανοὺς καὶ τοὺς ἑκατέρωθεν τοῦ Ἴστρου καὶ αὐτοὺς τοὺς Θρᾷκας, ἀφῆκεν ἡμᾶς νοεῖν τὴν ἐπίλοιπον Εὐρώπην καταγεγραμμένην τριγωνοειδῶς, πλευραῖς τρισὶ, μιᾷ μὲν δυτικῇ τῇ τῶν Ἰβήρων, ἑτέρᾳ δὲ ἀπ' ἐναντίας τῇ τῶν Ἑλλήνων, τρίτῃ δὲ τῇ τῶν Αὐσόνων, ἀπὸ τριῶν ἐθνῶν ἐνδοξοτάτων χαρακτηρίσας καὶ ὀνομάσας τὰς τοιαύτας πλευράς. Καὶ ὅρα ὅπως εὐμεθόδως καὶ εὐπεριορίστως περιηγεῖται καὶ σαφῶς, καὶ οὐκ ἀφίησι συγχέεσθαι τὸν ἀκροατὴν πλανώμενον περὶ τὴν ἀπείρονα.