Ancient Greek
Section 334
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 334
Not analysed yet
Ὅτι ἡ ἑσπερία κρηπὶς τῆς γῆς τῶν Ἰβήρων γείτων ἐστὶ τοῦ ὠκεανοῦ, ἔνθα καὶ μία τῶν Ἡρακλείων στηλῶν ἡ Ἀλύβη, ὡς καὶ ἀλλαχοῦ εἴρηται. Περὶ δὲ τῶν Ἰβήρων προγέγραπται ὅσα ἔδει. Σημείωσαι δὲ ὅτι καὶ ἐν τούτῳ τῷ χωρίῳ κρηπῖδας ἔφη τὰς προρρηθείσας τριγωνικὰς πλευρὰς, ὡς εἴ τις εἴποι βάσεις, διὰ τὸ ἑκάστην τῶν τριῶν εἰς βάσιν δύνασθαι λογισθῆναι. Κρηπὶς γὰρ κυρίως μὲν ἐπὶ ὑποδήματος, καταχρηστικῶς δὲ καὶ ἡ βάσις, ἐπί τε θεμελίου καὶ ἑτέρων τινῶν. Προϊὼν δὲ καὶ πέζαν ἐρεῖ τὴν τοῦ τριγώνου πλευρὰν διὰ τὴν αὐτὴν αἰτίαν.