Ancient Greek
Section 337
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 337
Not analysed yet
Ὅτι κάτωθεν τῆς ῥηθείσης Ἀλύβης πόλις ὀλβία Ἰβηρικὴ ἡ Ταρτησὸς, ἣν καὶ χαρίεσσαν λέγει καὶ ῥυηφενέων πέδον ἀνδρῶν, ἤγουν πλουσίων. Φασὶ δὲ Βαῖτιν εἶναι ποταμὸν Ἰβηρίας, δύο ἐκβολὰς ἔχοντα, ὧν μέσην ἱδρῦσθαι ὡς ἐπὶ νήσου τὴν τοιαύτην Ταρτησόν, οὕτω κληθεῖσαν διὰ τὸ καὶ τὸν Βαῖτιν Ταρτησὸν καλεῖσθαι παρὰ τοῖς παλαιοῖς. Ταύτης καὶ ὁ Κωμικὸς μέμνηται ἐν Βατράχοις, ὅτε λέγει Ταρτησίαν μύραιναν, παίζων καὶ ἐκφοβῶν τὸν ἀκροατὴν τῷ ἐκτοπισμῷ. Τὸν δὲ Ταρτησὸν κασσίτερον τοῖς ἐκεῖ καταφέρειν ἱστόρηται.