Ancient Greek
Section 625
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 625
Not analysed yet
Ὅτι ἐν οἷς λέγει ὡς ὁ Γάγγης ὁ Ἰνδικὸς ποταμὸς λευκὸν ὕδωρ Νυσσαῖον ἐπὶ πλαταμῶνα κυλίει, οὐ κυρίως ἔοικε χρῆσθαι τῇ λέξει, ἀλλ' ἁπλῶς ἐπὶ γῆς πλάτους λέγει τὸν πλαταμῶνα. Κυρίως δὲ ὁ πλαταμὼν ἐπὶ θαλάσσης λέγεσθαι εἴωθεν, ἐχούσης καὶ πέτρας ὑποκειμένας. Τάχα δὲ τοιοῦτός ἐστι καὶ ὁ τόπος, δι' οὗ ῥέει ὁ Γάγγης. Νύσσαι δὲ, φασὶ, διάφοροι, Αἰθιοπικὴ, Ἀραβικὴ, Εὐβοϊκὴ, περὶ ἣν λέγεται καὶ τὸ τῆς ἀμπέλου τεράστιον, βότρυν ἐκφερούσης καθημέριον. Εἰσὶ δὲ καὶ ἄλλαι Νύσσαι, ὡς οἱ τὰ Ἐθνικὰ γράψαντες λέγουσι. Φασὶ δὲ τοὺς περὶ τὴν Νυσσαίαν Ἰνδικὴν ταύτην ὁδὸν ὄντας καὶ τοὺς περὶ τὸ Νυσσαῖον ὄρος τοῦτο οἰκοῦντας ἀνθρωποφάγους εἶναι. Περὶ δὲ ταύτης τῆς Νύσσης καὶ ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται.