Ancient Greek
Section 692
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 692
Not analysed yet
Τὸ δὲ Κιρκαῖον πεδίον διὰ τὴν τοῦ Κολχικοῦ βασιλέως Αἰήτου ἀδελφὴν Κίρκην οὕτω καλεῖται, τὰς βοτάνας ἐκεῖθεν συλλέγουσαν. Περὶ τούτου πεδίου καὶ ὁ Γεωγράφος φησὶν, ὅτι περί που τὴν Ἀλβανῶν γῆν Κίρκης ἱερὸν, ἔνθα καὶ φιάλη τις Ὀδυσσέως δείκνυται, καὶ Κιρκαῖον ὄρος πολύρριζον, νησίζον θαλάσσῃ καὶ ἕλεσιν. Ἰστέον δὲ ὅτι κατὰ τὸν Λυκόφρονα ἔστι Κιρκαῖόν τι ὄρος καὶ περί που τὰ τῆς Ῥώμης ὅρια.