Ancient Greek
Section 694
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 694
Not analysed yet
Ὅτι τὸ Ἀρμένιον ὄρος, ἀφ' οὗ ῥέειν ὁ Φᾶσις ἄρχεται, ὁ μὲν τὰ Ἐθνικὰ γράψας περὶ τὴν ἀρχὴν τῆς Ὑρκανίας εἶναι οἴεται, ἄλλοι δὲ τοῦ Ταύρου φασὶν ἀπόσπασμα εἶναι τὸ Ἀρμένιον, παρατεῖνον ἕως καὶ εἰς Ἀρμενίαν, τὴν οὕτω κληθεῖσαν ἢ ἀπὸ τοῦ ῥηθέντος Ἀρμενίου ὄρους, ἢ ἀπό τινος Ἀρμένου Ῥοδίου ἀνδρός. Κατὰ δὲ ἄλλους Ἀρμενία ἡ χώρα λέγεται ἐπωνύμως Ἀρμένου ἥρωος ἐξ Ἀρμενίου πόλεως Θετταλικῆς, συστρατεύσαντος ἐκεῖ τῷ Ἰάσονι. ὅτι δὲ καὶ εἰς τοὺς τοιούτους τόπους ἦλθεν ὁ Ἰάσων, ὅτε εἰς τὸ χρυσόμαλλον ἐπέπλευσε δέρμα, πολλὰ τεκμήρια παρὰ τοῖς παλαιοῖς. Τὸ δὲ Ἀρμένιον ὄρος λέγεται καὶ πληθυντικῶς τὰ Ἀρμένια. Ἰστέον δὲ ὅτι Ἡρόδοτος τοὺς Ἀρμενίους Φρυγῶν ἀποίκους φησὶ, λέγων καὶ ὅτι πολυπρόβατοί εἰσι. Καὶ Εὔδοξος δὲ ἐν Γῆς Περιόδῳ φησίν· «Ἀρμένιοι τὸ γένος ἐκ Φρυγίας, καὶ τῇ φωνῇ πολλὰ φρυγίζουσι. Παρέχονται δὲ καὶ λίθον τὴν γλύφουσαν καὶ τρυπῶσαν τὰς σφραγῖδας.» Κἀκεῖνο δὲ ἰστέον, ὅτι τὴν Ἀρμενίαν χώραν εἰς τέσσαρα διελεῖν λέγεται Ἰουστῖνος ὁ βασιλεὺς, καὶ πρώτην μὲν, φησὶν, ἔθετο τὴν ἐνδοξοτάτην Ἑπτάπολιν, ἧς μητρόπολις Βαζανὶς, ἡ πρὶν Λεοντόπολις· ταύτης δέ ἐστι καὶ ἡ Θεοδοσίου πόλις, καὶ ἡ Κολώνεια καὶ ἡ Τραπεζοῦς δὲ καὶ ἡ Κερασοῦς ἐκ τοῦ Πολεμωνιακοῦ κόλπου. Δευτέραν δὲ ὁ αὐτὸς ἔταξεν Ἀρμενίαν ἐν πέντε πόλεσιν, ὧν καὶ ἡ Σεβάστεια. Τρίτην δὲ Ἀρμενίαν κατέστησεν Ἑξάπολιν, τήν ποτε καλουμένην δευτέραν Ἀρμενίαν, ἧς ἡγεῖται ἡ Μελιτηνή. Περὶ ταύτην τὴν Ἀρμενίαν καὶ ἡ Κόμανα ἡ καὶ Χρυσῆ ὀνομαζομένη, καὶ ἡ Κουκουσσός. Ἐπέστησε δὲ καὶ τετάρτην Ἀρμενίαν ὑπὸ σατράπαις οὖσαν, συγκειμένην ἐκ διαφόρων, καὶ λεγομένην Τζοφανὴν καὶ Βαλβιτηνὴν καὶ τοιαῦτά τινα βάρβαρα ὀνόματα.