Ancient Greek
Section 695
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 695
Not analysed yet
Ὅτι πρὸς ἀνατολὴν καὶ βορέαν τοῦ Ἀρμενίου ὄρους ὁ ἰσθμός ἐστιν ὁ μεταξὺ Κασπίας καὶ Εὐξείνου θαλάσσης, περὶ ὃν οἱ ἑωθινοί εἰσιν Ἴβηρες, Ὑρκανίοις ὡς εἰκὸς πολέμιοι, ἐκ τῶν κατὰ Πυρήνην μετοικισθέντες ἑσπερίων Ἰβήρων· ἣν δὴ Πυρήνην καὶ Πυρηναῖον οἴδαμεν ὄρος λέγεσθαι. Ἐπαναλαμβάνει δὲ καὶ τὸν τοιοῦτον ἰσθμὸν διὰ τὸ πολὺ τοῦ χάσματος καὶ ἀξιόλογον. Οὗτος γάρ ἐστιν ὃν καὶ ὅρον Ἀσίας καὶ Εὐρώπης ἐνόμισάν τινες, ὡς προγέγραπται. Τοὺς δὲ Ἴβηρας τούτους Ἀρμενιστὶ καὶ Μηδιστὶ ὁ Γεωγράφος ἐσκευάσθαι φησί. Λέγει δὲ καὶ ὅτι τούτων οἱ ὀρεινοὶ μαχιμώτεροι.