Ancient Greek
Section 696
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 696
Not analysed yet
Σημείωσαι δὲ ὅτι ἡ τοῦ ἰσθμοῦ ἐνταῦθα ἐπανάληψις ὁμοῦ καὶ ἐπανάληψίς ἐστι καὶ ἐπαναστροφή. Φησὶ γάρ· «ἐπικέκλιται ἰσθμὸς, ἰσθμὸς Κασπίης τε καὶ Εὐξείνοιο.» Τοῦτο μὲν γὰρ, καθὸ μὲν τοῦ πρώτου νοήματος λήγοντος εἰς τὸ ἰσθμός ὁ δεύτερος στίχος ἀπὸ τῆς αὐτῆς ἄρχεται λέξεως, ἐπαναστροφὴν ποιεῖ, σχῆμα ῥητορικόν· διότι δὲ χάριν σαφηνείας ἀναγκαίως ὁ ἰσθμὸς ἐδισσεύθη, ἐπανάληψις γέγονεν.