Ancient Greek
Section 700
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 700
Not analysed yet
Ὅτι περὶ τὸν ῥηθέντα ἰσθμὸν κεῖται καὶ τὸ μέγα φῦλον τῶν Καμαριτῶν, οἳ οὕτω λέγονται ἀπὸ πλοίων στρογγύλων ληστρικῶν, οἷς ἐχρῶντο, ἃ ἐκαλοῦντο καμάραι παρ' Ἕλλησιν. Ἦσαν δὲ ἀκάτια λεπτὰ, στενὰ καὶ κοῦφα, ἀνθρώπους εἰς κεʹ δεχόμενα, σπάνια δὲ καὶ εἰς λʹ. Οὗτοι οἱ Καμαρῖται τὸν Βάκχον Ἰνδῶν ἐκ πολέμου, φησὶ, δεξάμενοι ἐξένισαν, καὶ ταῖς Λήναις, ὃ ἔστι ταῖς Βάκχαις, συνεχόρευσαν, τὰ ἐκείνων φορήματα, ζώματα δηλαδὴ καὶ νεβρῖδας, ἐπὶ στήθεσι βαλόντες, εὐοῖ Βάκχε λέγοντες. Ὑμνητικὸν δὲ ἦν τοῦτο τὸ λόγιον τῷ Διονύσῳ ἐπιφωνούμενον, ὥσπερ καὶ τὸ εὐάν· ὅθεν καὶ τὸ εὐόζειν παράγεται, καὶ ὁ Διόνυσος Εὔϊος λέγεται. Ταῦτα δὲ οἱ μὲν ἐδάσυνον, ὡς ἐνθουσιαστικὰ πρωτόθετα ἐπιρρήματα, οἱ δὲ ἐψίλουν, ἀντὶ τοῦ εὖ οἱ, τουτέστιν αὐτῷ, ἐκλαμβανόμενοι τὴν τοῦ Περιηγητοῦ ταύτην φωνὴν, καὶ ἐξ αὐτῆς τὸ εὐάν προάγοντες, τάχα μὲν ἐν μιᾷ λέξει, τάχα δὲ καὶ ὡς ἐκ δύο σύνθετον, τοῦ εὖ καὶ τοῦ αν. Ἰστέον δὲ ὅτι αἱ Βάκχαι αἱ τοῦ Διονύσου ὀπαδοὶ εἰς ἀμπέλους ἀλληγοροῦνται· τροφοὶ γὰρ αὗται τοῦ εἰς οἶνον ἐκλαμβανομένου Διονύσου. Αἱ δὲ Διονυσιακαὶ νεβρῖδες τὴν τῶν σταφυλῶν ἐν χρόᾳ αἰνίττονται πολυείδειαν· πολύχροοι γὰρ καὶ αἱ νεβρῖδες καὶ ποικίλαι τοῖς στίγμασιν· ἢ καὶ τὸ τῶν μεθυόντων ὑπεμφαίνουσιν ἀγενές· δειλὸν γὰρ ὁ νεβρὸς, τὸ τῆς φυζακινῆς ἐλάφου νεογνὸν, οὗ δορὰ ἡ νεβρίς· ἢ καὶ διότι ποικίλοι τὰ εἰς νοῦν διὰ τὸ εὐμετάβολον οἱ μεθύοντες, ποικίλον δὲ καὶ ἡ νεβρὶς διὰ τὸ πολύστικτον.