Ancient Greek
Section 78
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 78
Not analysed yet
Ὅτι τοὺς Ἰταλοὺς, ὡς τότε μοναρχοῦντας, μέγα κοιρανέειν λέγει, καὶ Αὐσονῆας, ἤτοι Αὔσονας, ὀνομάζει. Καὶ σημείωσαι ὅτι τοὺς αὐτοὺς εἶναι λέγει Αὔσονας καὶ Ἰταλούς. Λέγονται δὲ Αὔσονες ἀπὸ Αὔσονος, ὃς πρῶτος τῶν κατὰ Ῥώμην βασιλεῦσαι πρός τινων ἱστορεῖται, Ὀδυσσεῖ γεγονὼς ἐκ τῆς Κίρκης, ἢ, κατὰ τὸν τὰ Ἐθνικὰ γράψαντα, ἐκ Καλυψοῦς γεννηθεὶς τῷ Ἄτλαντι, ἀφ' οὗ καὶ τὸ Σικελικὸν πέλαγος Αὐσόνιον ἐκλήθη ποτέ. Λέγει δὲ αὐτοὺς παρὰ τὸν Λιγυστικὸν εἶναι κόλπον, ἀρξαμένους ἀπὸ βορέου, καὶ διήκοντας ἕως τῆς Λευκῆς Πέτρας, ἧς καὶ ἐν τοῖς ἑξῆς μεμνήσεται. Ἄκρα δὲ αὕτη ἐστί, περὶ ἧς οὕτως ἱστορεῖται· ἄκρα Λευκὴ Πέτρα καλουμένη ἀπὸ χρόας, εἰς ἣν τελευτᾷ τὸ Ἀπέννιον ὄρος. Ἀπὸ Ἰταλοῦ δέ τινος ὀνομάζονται Ἰταλοί, ὡς καὶ ἀπὸ Αὔσονος Αὔσονες. Ἰστέον δὲ ὅτι ἀπὸ τοῦ Αὔσονος παράγωγον Αὐσονεύς, ὡς Αἰθιοπεύς, ἡγεμονεύς, καὶ πλεονασμῷ τοῦ ι, διὰ δακτύλου συγκρότησιν, Αὐσονιεύς· ἐξ οὗ τὸ Αὐσονιῆες.