Ancient Greek
Section 80
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 80
Not analysed yet
Ὅτι τὸν Σικελικὸν πορθμὸν καθ' ὑποκορισμὸν ἢ παρωνυμίαν πορθμίδα καλεῖ, λέγων ὅτι ἡ Λευκὴ Πέτρα Σικελικῆς ἐπὶ πορθμίδος ἐρρίζωται. Ἄλλως δέ γε πορθμίδα φασὶν οἱ παλαιοὶ τὴν ἁλιάδα, ὃ ἔστι τὸ ἁλιευτικὸν πλοιάριον, ἢ καὶ τὸ ἁπλῶς μικρὸν πλοῖον, ὡς δηλοῖ Εὐριπίδης, ἔνθα Κρησίαν πορθμίδα φησὶν, ἤγουν πλοῖον Κρητικόν. Καὶ τὴν Ἀσίαν δὲ Ἀσιάδα παρωνύμως καλέσει ἐν τοῖς ἑξῆς ὁ Διονύσιος, εὐτελέστερον μὲν οὕτω ποιῶν διὰ τὸ ὑποκοριστικὸν σχῆμα, τὴν δὲ τοῦ μέτρου ἀνάγκην οὕτως ἀποπληρῶν.