Ancient Greek
Section 82
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 82
Not analysed yet
Ὅτι οὐ μόνον Σαρδώ ἡ νῆσος, ὡς τὸ Σαπφώ, ἀλλὰ καὶ Σαρδών Σαρδόνος, ὡς τρυγόνος, ἐξ ἧς ὁ Σαρδόνιος κόλπος, ὁ μετὰ τὴν Κύρνον. Περὶ δὲ Σαρδόνος καὶ Κύρνου ἐν ἰδίῳ τόπῳ ῥηθήσεται. Φαίνεται δὲ μετὰ τὸ Λιγυστικὸν εἶναι καὶ Κύρνιον πέλαγος, τὸ περὶ τὴν Κύρνον νῆσον· ἐνδοτέρω δὲ τούτου τὸ Σαρδόνιον.