Ancient Greek
Section 83
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 83
Not analysed yet
Ὅτι μετὰ τὸν Σαρδόνιον κόλπον θάλασσα πρὸς νότον ἡ Τυρρηνὶς, καλουμένη οὕτως, διότι παράκεινται αὐτῇ πρὸς βορρᾶν οἱ Τυρρηνοὶ, καθάπερ οἱ Γαλάται τῇ Γαλατικῇ, καὶ οἱ Λίγυες τῇ Λιγυστικῇ, καὶ διὰ τὸ τοὺς Τυρρηνοὺς πειράτας ποτὲ γενομένους αὐτόθι συνιστᾶν τὰ λῃστήρια· ἐκεῖθεν δὲ πρὸς ἡλίου, φησὶν, αὐγὰς κυρτὸς ἐπιστρέφεται ὁ Σικελικὸς ῥόος, μέχρι τοῦ τε Παχύνου, ἀνατολικοῦ ἀκρωτηρίου Σικελικοῦ, καὶ τοῦ κατὰ Κρήτην Κριοῦ μετώπου. Ἐξήπλωται δὲ, φησὶ, καὶ μέχρι τοῦ Ἰονίου κόλπου ἐπιστρεφόμενος καὶ κυρτούμενος ἕως καὶ ἐκεῖ· διὸ καὶ κυρτὸν αὐτὸν ὠνόμασεν, ὡς μὴ κατ' εὐθυωρίαν προϊόντα μέχρι τῆς Κρήτης, ἀλλὰ καὶ εἰς τὸν Ἰόνιον παρεκνεύοντα. Σημείωσαι δὲ ὅτι νῦν μὲν ἕως τοῦ Κρητικοῦ μετώπου τοῦ Κριοῦ περαίνει τὸ Σικελικὸν πέλαγος, προϊὼν δὲ ἄχρι καὶ Σαλμωνίδος αὐτὸ τῆς Κρητικῆς ἑῴας ἄκρας προάγει. Ἔνθα τις ἐπιστατικώτερον τῷ λόγῳ διδοὺς ἑαυτὸν εὕροι ἂν διώνυμον τὸ Σικελικὸν πέλαγος, αὐτό τε τοῦτο Σικελικὸν καλούμενον, ἀλλὰ δῆτα καὶ Κρητικόν. Φησὶ γὰρ ἐκεῖ ὁ Διονύσιος ἐν σχήματι ἐπαναλήψεως, ὅτι «ἐκ δ' ὀρέων Σικελῶν Κρήτης ἀναπέπταται οἶδμα μακρὸν, Σαλμωνίδος ἄχρι καρήνου·» οὐ λέγων ὅτι ἐκ τοῦ μετώπου τοῦ Κριοῦ τὸ Κρητικὸν πέλαγος, ἀλλ' ἐκ τῶν ὀρέων τῶν Σικελικῶν πέπταται, καὶ ἴσως δυοῖν ὄντων περάτων τῷ πελάγει τούτῳ, ἑνὸς μὲν Σικελικοῦ, ἑνὸς δὲ Κρητικοῦ, ποτὲ μὲν Σικελικὸν ἐκ τοῦδε καλεῖται, ποτὲ δὲ ἐκ τοῦ ἑτέρου Κρητικόν. Εἰ δέ τις ἴσως τὸ «ἐκ δ' ὀρέων Σικελῶν» νοήσει ἀντὶ τοῦ μετὰ τὰ ὄρη τὰ Σικελικὰ, τότε δύνανται δύο εἶναι πελάγη, ἰδίᾳ μὲν τὸ Σικελικὸν ἕως τοῦ μετώπου τοῦ Κριοῦ, ἰδίᾳ δὲ ἐκεῖθεν τὸ Κρητικὸν ἕως Σαλμωνίδος.