Ancient Greek
Section 87
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 87
Not analysed yet
Ὅτι ἡ τῆς Κρήτης ἄκρα ἥτις εἰς ἅλα πολὺ νένευκεν, ἡ περὶ τὴν Γόρτυνα, παραυγάζει, τουτέστι παρεκφαίνει καὶ φαντάζει, μέτωπον κριοῦ τοῖς πόρρωθεν βλέπουσι, καὶ ἐντεῦθεν ἔχει τὴν κλῆσιν, ὀνομαζομένη Κριοῦ μέτωπον. Δεῖ δὲ εἰδέναι ὅτι ἐστὶ καὶ περὶ τὸν Εὔξεινον πόντον ἕτερον μέτωπον Κριοῦ, ὡς ἐν τοῖς ἑξῆς ῥηθήσεται, ἀρκτικὸν ὄρος, διὰ τὴν αὐτὴν κἀκεῖνο αἰτίαν οὕτω καλούμενον. Ἰστέον δὲ ὅτι πολλάκις ἔκ τινων τόπων πόρρωθεν ὁρωμένων ζωική τις φαντασία πέμπεται καθ' ὁμοιότητα δι' ἀπάτην ὄψεως· καὶ ὅτι τοιοῦτόν τι πάσχων ὁ ὀφθαλμὸς καὶ περὶ τὸν Εὔξεινον καὶ περὶ τὴν Κρήτην μέτωπα φαντάζεται Κριοῦ. Καὶ ὁ κατὰ τὴν Νιόβην δὲ μῦθος οὕτω πως θεραπεύεται, φαμένων τινῶν ἀκρωτήριον εἶναι Φρύγιον ἐοικὸς γυναικείῳ προσώπῳ τοῖς πόρρω ἀφεστηκόσιν, ἐξ οὗ ὕδωρ ἀένναον καταρρεῖ, ὅπερ ὁ μῦθος εἰς δάκρυον αὐτοματίζει τῇ Νιόβῃ. Ὁρῶμεν δὲ καὶ τοὺς τὴν γραφικὴν τέχνην δεινοὺς εἰς λεόντων μιμήματα ἢ τοιούτων τινῶν θηρίων προτομὰς τὰς τῶν ὀρέων ἐκτυποῦντας κορυφάς, ὡς τῆς ὄψεως τοιαῦτά τινα φανταζομένης πόρρωθεν.