Ancient Greek
Section 837
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 837
Not analysed yet
Κάϋστρος δὲ ὀνομάζεται ἀπὸ τοῦ παρακεῖσθαι τῇ κατακεκαυμένῃ χώρᾳ, ἐξ ἧς κατὰ τὸν Γεωγράφον οἶνος ἐλλόγιμος ἀρετῇ ὁ κατακεκαυμενίτης. Τὴν δὲ χώραν ταύτην οἱ μὲν Μυσίαν καλοῦσι διὰ τοὺς ἐκεῖ ῥηθέντας Μυσοὺς, οἱ δὲ Μῃονίαν διὰ τοὺς Μῄονας· ἥτις τεφρώδης λέγεται εἶναι τὴν ἐπιφάνειαν καὶ ἄδενδρος, πλὴν ἀμπέλου. Ἀπὸ δὲ τοῦ Καΰστρου καλεῖται καὶ πεδίον Καΰστριον τὸ καὶ Καϋστριανὸν, ᾧ συνεχὲς τὸ Κιλβιανόν. Λέγονται δὲ οἱ Λυδοὶ καὶ Μαίονες καὶ Μῄονες, ὡς δηλοῖ καὶ Ἡρόδοτος, λέγων ὅτι ὁ δῆμος Λύδιος ἀπὸ Λυδοῦ τοῦ Ἄτυος, πρότερον Μῄων καλούμενος· παρ' οἷς καὶ αἱ Σάρδεις τὸ τῶν Λυδῶν βασίλειον, ἅς φασιν Ὕδην λέγεσθαι παρὰ τῷ Ποιητῇ. Ταύτας ἑλεῖν οἱ Κιμμέριοι λέγονται δίχα τῆς ἀκροπόλεως, ὅτε τὴν πολλὴν τῆς Ἀσίας κατέδραμον.