Ancient Greek
Section 88
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 88
Not analysed yet
Ὅτι ἡ Γόρτυν καὶ Γόρτυνα λέγεται τρισυλλάβως, καὶ τὸ μὲν κλίνεται Γόρτυνος, ὡς Φόρκυνος, τὸ δὲ Γορτύνης, ὡς λέαινα λεαίνης. Ἱερὰν δὲ αὐτὴν λέγει ἢ ἁπλῶς διὰ τὸ ἔνδοξον, ἢ Ὁμηρικῷ ζήλῳ, ὡς καὶ Ὁμήρου τὰς πόλεις οὕτω καλοῦντος διὰ τὸ φυλακτικὸν τῶν ἐν αὐταῖς. Κτίσμα δὲ ἡ Γόρτυν Ταύρου ἐκείνου τοῦ τὴν Φοίνισσαν Εὐρώπην ἁρπάσαντος, ὃς Κρήτης ἦν βασιλεύς. Μεγάλη δὲ αὕτη ἡ πόλις κατὰ τὸν Γεωγράφον, εἰπόντα· «πόλεις Κρήτης μέγισται, Γόρτυνα, Κυδωνία καὶ Κνωσσός.» Λέγει δὲ ὁ αὐτὸς καὶ ὅτι Γόρτυνα δευτερεύει μετὰ Κνωσσὸν κατὰ δύναμιν, καὶ ὅτι συμπράττουσαί ποτε ἀλλήλαις πάντας εἶχον ὑπηκόους τοὺς ἐκεῖ. Ὅτι ἡ Φαιστὸς, ἣν ὁ Διονύσιος ἠπειρώτιδα λέγει, διεῖχε θαλάσσης μὲν σταδίους εἴκοσι, Γόρτυνος δὲ ἑξήκοντα. Κατεσκάφη δὲ ὑπὸ Γορτυνίων. Ἐξ αὐτῆς ἦν Ἐπιμενίδης ὁ ποιήσας δι' ἐπῶν Καθαρμούς.