Ancient Greek
Section 92
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 92
Not analysed yet
Ὅτι ὁ Ἰόνιος κόλπος μετὰ τὸν Σικελικὸν εὐρύνεται πρὸς βορρᾶν, αὖθις δὲ κάμπτων πρὸς ἑσπέριον μυχὸν ἕρπει, ἀφορῶν πρὸς τὸν τὴν ἑσπερίαν θάλασσαν προβαλλόμενον ὠκεανόν. Ἰστέον δὲ ὅτι οὐ μόνον Ἰόνιος κόλπος καλεῖται, ἀλλὰ καὶ Ἀδρίας ὁ αὐτὸς λέγεται καὶ Ἀδριανὴ θάλασσα. Οἱ δὲ ἀκριβέστεροι τὸν Ἰόνιον μέρος τοῦ Ἀδρίου φασί. Λέγεται δὲ Ἰόνιος, ὡς καὶ τῷ Λυκόφρονι δοκεῖ καὶ τῷ Αἰσχύλῳ, ἀπὸ τῆς Ἰοῦς. Διενήξατο γὰρ ἐκείνη βοῦς γενομένη κἀνταῦθα. Οἱ δέ φασιν ἀπὸ Ἰάονος, ἀνδρὸς Ἰταλοῦ, ἢ ἀπὸ Ἰονίου, ἀνδρὸς Ἰλλυριοῦ. Λέγουσι δέ τινες καὶ τὸ ἀπὸ Γάζης μέχρις Αἰγύπτου πέλαγος Ἰόνιον λέγεσθαι ὁμοίως ἀπὸ τῆς Ἰοῦς. Καὶ τὴν ἐκεῖ δὲ Γάζαν Ἰώνην καλοῦσί τινες, ἔνθα βοῦς ἦν ἐν ἀγάλματι τῆς Ἰοῦς, ἤτοι τῆς σελήνης· Ἰὼ γὰρ ἡ σελήνη κατὰ τὴν τῶν Ἀργείων διάλεκτον. Τοῦ δὲ ἀνωτέρω ῥηθέντος Ἰάονος υἱὸς Ἀδρίας ἱστόρηται, ἀφ' οὗ τὸ αὐτὸ πέλαγος καὶ Ἀδριατικὸν λέγεται. Ἄλλοι δὲ οὕτω φασίν· ἔστιν Ἀδρία πόλις ἐπιφανὴς, καὶ παρ' αὐτὴν κόλπος Ἀδρίας, καὶ ποταμὸς ὁμοίως· ἀγαθὴ δὲ, φασὶ, βοσκήμασιν ἡ ἐκεῖ γῆ, ὥστε καὶ δὶς τίκτειν τοῦ ἐνιαυτοῦ καὶ διδυμοτοκεῖν.