Ancient Greek
Section 915
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 915
Not analysed yet
Ὅτι Λαοδίκεια ἡ τῆς Φοινίκης ἀπὸ Λαοδίκης ὠνόμασται, ἀδελφῆς Ἀντιόχου, ὡς μικρὸν κατωτέρω ῥηθήσεται· οἱ δὲ ἀπὸ Λαοδίκης φασὶ, μητρὸς ἢ θυγατρὸς Σελεύκου τοῦ Νικάτορος. Ἔστι δὲ καὶ ἑτέρα Λαοδίκεια Λυδίας, ἣν Ἀντίοχος ἔκτισε, παῖς Ἀντιόχου τοῦ τῆς Στρατονίκης, χρησμοῦ δοθέντος ἐν ὀνείροις τῇ γυναικὶ αὐτοῦ ποιῆσαι τοῦτο. Τὴν δὲ ἐν Φοινίκῃ Λαοδίκειαν Λευκὴν ἀκτὴν φασί ποτε κληθῆναι καὶ Ῥάμανθαν, διότι ποιμήν τις βληθεὶς κεραυνῷ ἀνεβόα ῥαμάνθας, τουτέστιν ἀφ' ὕψους ὁ θεός· ῥαμάν γὰρ ἐγχωρίοις τὸ ὕψος, ἀθάν δὲ ὁ θεός. Διάφοροι δὲ Λαοδίκειαι, ὧν εὐοινοτάτη αὕτη ἡ Συριακή. Διφορεῖται δὲ ἡ πόλις αὕτη· καὶ γὰρ τετρασυλλάβως Λαοδίκη λέγεται, καὶ κατὰ παραγωγὴν Λαοδίκεια, ὡς Ἀπάμη Ἀπάμεια, Εὐρώπη Εὐρώπεια, καὶ ὅσα τοιαῦτα.