Ancient Greek
Section 916
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 916
Not analysed yet
Ὅτι ὥσπερ παρὰ τῷ Ὁμήρῳ ἐν Ὀδυσσείᾳ τὸ ἐν τοῖς Φαίαξι Ποσιδήϊον διὰ τοῦ ι ἔχει τὴν τετάρτην ἀπὸ τοῦ τέλους, ἤγουν τὴν σι συλλαβὴν, οὕτω καὶ ἐνταῦθα παρὰ τῷ Διονυσίῳ λέγοντι περιφραστικῶς ὅτι Ποσιδήϊα ἔργα, ἤγουν Ποσιδήϊον, ἔστι περὶ τὰ ἐν Ἀντιοχείᾳ ἱερὰ τέμπεα, ὅ ἐστι περὶ τὰ τῆς Δάφνης ἀλσώδη δάση καὶ κοιλώματα, περὶ ἧς μετ' ὀλίγον εἰρήσεται. Ποσίδειον δὲ λέγεται τετρασυλλάβως κατὰ τὸ ἐντελὲς τὸ τοῦ Ποσειδῶνος τέμενος, τὴν μὲν παραλήγουσαν ἔχον διὰ διφθόγγου, τῷ λόγῳ τῆς περιοχῆς, τὴν δὲ προπαραλήγουσαν διὰ τοῦ ι, τῇ ἀπελεύσει τοῦ τῆς διφθόγγου ἑνὸς στοιχείου, ᾧ λόγῳ καὶ Ὀππιανὸς τοῦ ἀλγινόεις ἀπισχνάνας τὴν δίφθογγον εἰς μονόφθογγον διὰ τοῦ ι γράφει, ὡς προερρέθη, τὴν προπαραλήγουσαν. Διαλυθὲν δὲ ἐκ τετρασυλλάβου τὸ τοιοῦτον ἐντελὲς Ποσίδειον εἰς πεντασυλλαβίαν γέγονε Ποσιδήϊον. Ἡ δὲ ῥηθεῖσα τῆς διφθόγγου συστολὴ, ὡς καὶ πρὸ ὀλίγου ἐρρέθη, καὶ ἐν ἄλλοις γέγονεν, ἐν οἷς καὶ ὁ λιμὸς ἀπὸ τοῦ λέλειμμαι, καὶ ἡ ἰδέα ἐκ τοῦ εἴδους, καὶ αἱ χιράδες αἱ τῶν χειρῶν ῥαγάδες, καὶ τὰ χίμετλα τὰ ἐν τῷ χειμῶνι ὡς ἐπὶ τὸ πολὺ γινόμενα ἀποκαύματα. Ὅτι κατὰ τὴν ἱστορίαν ὑπέρκειται τῆς Ἀντιοχείας μʹ σταδίους ἡ ᾀδομένη Δάφνη, κατοικία μὲν μετρία, ἄλσος δὲ μέγα ἔχουσα συνηρεφὲς, οὗ κύκλος πʹ σταδίων, διαρρεόμενον πηγαίοις ὕδασιν, ἔνθα ἐπανηγύριζον οἱ ἐγχώριοι· ὅπου καὶ τέμενος ἄσυλον. Ἀρριανὸς δὲ περὶ τούτων οὕτω γράφει· «Ἐν Δάφνῃ τῇ πρὸς Ἀντιοχείᾳ ἄλσος τι ἱερὸν Ἀπόλλωνος, καὶ αὐτὴ ἐκείνη ἡ δάφνη δείκνυται, ἥν τινες γῆθεν ἀνασχεῖν λέγουσιν ἐπὶ τῇ Δάφνῃ τοῦ Λάδωνος, ἣ φεύγουσα τὸν ἐραστὴν Ἀπόλλωνα ηὔξατο τὸν ὑπὸ γῆν ἀφανισμὸν, καὶ ἔτυχε τῶν εὐχῶν.» Ἄλλοι δὲ περὶ αὐτῆς οὕτω φασί· «Δάφνη ἐν Ἀντιοχείᾳ, ἥ ποτε πόλις Ἡρακλείας, εἰς ἣν πολλὰς κυπαρίττους ἐφύτευσε Σέλευκος ὁ Νικάτωρ, ἧς ἐγγὺς τὸ τοῦ Ἐπιφανοῦς Ἀντιόχου βουλευτήριον. Ταύτην οὕτω σεισμὸς ἐκάκωσεν ἐπὶ Τραϊανοῦ, ὥστε τοὺς Ἀντιοχέας κτίσαντας ἐπιγράψαι· «οἱ ζήσαντες ἀνέστησαν θεῷ σωτῆρι.» Σημείωσαι δὲ ὅτι αὕτη μὲν ἡ Δάφνη ἑνικῶς λέγεται, πρὸς δὲ τῷ Πηλουσιακῷ τοῦ Νείλου στόματι χωρίον τι πληθυντικῶς Δάφναι λέγονται παρὰ τῷ Ἡροδότῳ. Ὁ δὲ τὰ ἐθνικὰ γράψας προάστειον ἐπισημότατον τῆς ἑῴας Ἀντιοχείας τὴν Δάφνην ταύτην εἰπὼν λέγει καὶ ἄλλην εἶναι Δάφνην, χωρίον Λυκίας, καὶ λιμένα Δάφνην ἐν τῷ στόματι τοῦ Πόντου, ἐν δεξιᾷ ἀναπλέοντι, καὶ προάστειον δὲ αὐτόθι που ἐν ἀριστερᾷ ἐπὶ τὸν Ἀνάπλουν ἀνιοῦσιν.