Ancient Greek
Section 918
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 918
Not analysed yet
Ὅτι ἐν μέσαις ταῖς περὶ Φοινίκην πόλεσίν ἐστι καὶ ἡ Ἀπάμεια, ποτὲ μὲν κώμη οὖσα καὶ Φαρνάκη καλουμένη, πόλις δὲ ὕστερον γενομένη, ἐν μεσογαίῳ κειμένη, πρὸς νότον Ἀντιοχεῦσιν, ἥτις καὶ Χερρόνησός ποτε ἀπὸ τῆς περιοχῆς τῶν ἐκεῖ ὑδάτων ἐκλήθη. Καὶ Πέλλα δὲ ὠνομάσθη παρὰ τῶν αὐτόθι Μακεδόνων διὰ τὴν ἐν Μακεδονίᾳ Πέλλαν, τὴν τοῦ Φιλίππου πατρίδα. Ἐν ταύτῃ δὲ ἐλέφαντας πεντακοσίους ὁ Σέλευκος ἔτρεφε καὶ τὸ πλέον τῆς στρατιᾶς. Φασὶ δὲ καὶ ἐν Μήδοις Λαοδίκειαν εἶναι καὶ Ἀπάμειαν καὶ ἄλλας Μακεδονικὰς πόλεις. Ὥσπερ δὲ ἡ Ἀπάμεια, ἣν ὁ ἐπιφανὴς Νικομήδης ἔκτισεν, ὠνομάσθη ἀπό τινος γυναικὸς Ἀπάμας, οὕτω καὶ ἡ παρὰ τῷ Διονυσίῳ αὕτη Ἀπάμεια. Ἱστοροῦσι γὰρ τοιαῦτα οἱ παλαιοί· «Ἀντιόχεια ἡ ἐπὶ Δάφνῃ καὶ Ἀπάμεια ἡ ἐν Συρίᾳ πρὸς νότον Ἀντιοχείας ἐν μεσογαίῳ κειμένη, ἔτι δὲ Λαοδίκεια καὶ Σελεύκεια, κτίσματα Σελεύκου εἰσὶ τοῦ Νικάτορος, αἵτινες καὶ ἀδελφαὶ διὰ τὴν πρὸς ἀλλήλας ὁμόνοιαν ἐκαλοῦντο. Καὶ ἡ μὲν μεγίστη, φασὶ, τῷ τοῦ Σελεύκου πατρὶ τῷ Ἀντιόχῳ ἐπωνομάζετο, ἡ δὲ ἐρυμνοτάτη αὐτοῦ ἐπώνυμος ἦν, Ἀπάμεια δὲ τὸ τῆς γυναικὸς ἔφερεν ὄνομα, Λαοδίκεια δὲ τὸ τῆς μητρός.» Περὶ δὲ Ἀντιοχείας ἄλλοι καὶ οὕτω φασίν· «Ἀντιόχῳ τῷ Σελεύκου τρεῖς ἐπεφάνησαν κατ' ὄναρ γυναῖκες, κτίσαι πόλιν ἑκάστη λέγουσα. Ὁ δὲ ὑπολαβὼν αὐτὰς τὴν γυναῖκα εἶναι καὶ τὴν μητέρα καὶ τὴν ἀδελφὴν, κτίζει ἀπὸ μὲν τῆς ἀδελφῆς Λαοδίκης Λαοδίκειαν, ἀπὸ δὲ τῆς γυναικὸς Νύσσης Νύσσαν, ἀπὸ δὲ τῆς μητρὸς Ἀντιοχίδος Ἀντιόχειαν.» Ἔτι δὲ περὶ Ἀντιοχείας καὶ ταῦτα λέγεται, ὅτι καὶ Θεούπολις ἤρξατο καλεῖσθαι ἐπὶ Ἰουστινιανοῦ, ἀνεψιοῦ Ἰουστίνου τοῦ Θρᾳκός· καὶ ὅτι περὶ τὸ Σίλπιον ὄρος κεῖται, ὅπου καὶ τόπος ἐστὶν ἡ Ἰώπολις, ἀπὸ Ἰοῦς τελευτησάσης ἐκεῖ, ἥτις καὶ Ἴσις ὕστερον ἐκλήθη, ὡς καὶ ὁ υἱὸς αὐτῆς Ἔπαφος Ἄπις· καὶ ὅτι τετραπόλεως αὐτῆς οὔσης καὶ τετειχισμένης τείχει κοινῷ τε καὶ ἰδίῳ κατὰ ἕκαστον κτίσμα· τὸ μὲν πρῶτον Σέλευκος ὁ ἐπικαλούμενος Νικάτωρ συνῴκισεν, εἰς ὃν τότε τὸ τῆς Ἀσίας περιελήλυθε κράτος, τὸ δεύτερον δὲ οἱ οἰκήτορες ἔκτισαν, τὸ δὲ τρίτον Σέλευκος ὁ Καλλίνικος, καὶ τὸ τέταρτον ὁ Ἐπιφανὴς Ἀντίοχος. Εἰσὶ δὲ Ἀντιόχειαι περί που τὰς ιδʹ, ὡς οἱ ἱστοροῦντες ἐκτίθενται· ἐξ ὧν αὕτη ἡ τῆς Κοίλης Συρίας προκαθημένη οὐ πολὺ κατὰ τὸν Γεωγράφον ἐλείπετο δυνάμει καὶ μεγέθει Σελευκείας τῆς ἐπὶ τῷ Τίγρει καὶ Ἀλεξανδρείας τῆς πρὸς Αἰγύπτῳ.