Ancient Greek
Section 919
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 919
Not analysed yet
Ὅτι πρὸς ἀνατολὰς τῆς Ἀπαμείας κατασύρεται ὑγρὸς Ὀρόντης, ἄσπετος, ὃς ἐκ Κοίλης Συρίας ἔχων τὰς ἀρχὰς, καὶ ὑπὸ γῆν ἐνεχθεὶς, εἶτα τὸ ῥεῦμα ἀναδοὺς καὶ διὰ τῆς Ἀπαμέων γῆς προελθὼν εἰς Ἀντιόχειαν καὶ πλησιάσας τῇ πόλει μέσην ὁρίζει τὴν Ἀντιοχέων γῆν, οὐχ ὅτι μέσην τέμνει τὴν πόλιν, ὡς τὴν Ταρσὸν ὁ Κύδνος, ἀλλ' ὅτι τὰ ἐκεῖ παραρρέει. Ὁ δὲ Γεωγράφος φησὶν ὅτι Ὀρόντης ἐν Συρίᾳ καταδὺς εἰς τὸ μεταξὺ Ἀπαμείας καὶ Ἀντιοχείας χάσμα, ὃ καλοῦσι Χάρυβδιν, ἀνατέλλει πάλιν ἐν τεσσαράκοντα σταδίοις, καὶ καταφέρεται πρὸς θάλασσαν τὴν κατὰ Σελεύκειαν, Τυφὼν μὲν καλούμενος πρότερον διὰ τὸν ἐπὶ τῷ Τυφῶνι μῦθον, ὃς ἐν Ἰλιάδι γέγραπται, μεταβαλὼν δὲ καὶ τὸ τοῦ γεφυρώσαντος αὐτὸν μεταλαβὼν ὄνομα, ὃς Ὀρόντης ἐκαλεῖτο, οὗ τάχα πρὸς ἀντιδιαστολὴν ὑγρὸν Ὀρόντην ὁ Διονύσιος τὸν ποταμὸν ἐπωνόμασεν, ἢ καὶ ἄλλως ἁπλούστερον, ὡς καὶ τὸν ἐν Πελοποννήσῳ ποταμὸν Ἰάονα ὑγρὸν εἶπεν. Ἄλλοι δέ φασιν ὅτι ὁ Καῖσαρ Τιβέριος ἐκ Δράκοντος αὐτὸν Ὀρόντην μετωνόμασεν, ὃ σημαίνει Ῥωμαϊστὶ τὸν ἀνατολικόν.