Ancient Greek
Section 95
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 95
Not analysed yet
Ὅτι εἰσιόντι τὴν Ἰονίαν θάλασσαν κατὰ μὲν τὰ σκαιὰ ἡ τῶν Αὐσόνων κεῖται χώρα, δεξιτερὴν δὲ κατὰ χεῖρα ἡ Ἰλλυρίς ἐστι γῆ, οὕτω καλουμένη ἀπὸ Ἰλλυριοῦ υἱοῦ Κάδμου. Δαλματία δ' ἐφύπερθεν, ἣν καὶ λέγει ἐνυαλίων πέδον ἀνδρῶν, διὰ τὸ μαχίμους εἶναι τοὺς ἐκεῖ. Φασὶ δὲ τοὺς Δαλματεῖς δι' ὀκταετηρίδος ποιεῖσθαι τῆς χώρας ἀναδασμὸν κατά τινα ἀναγραφὴν, καὶ οὐδὲ νομίσμασι χρᾶσθαι, πολλὴν ταύτην ἀφελομένους τοῦ βίου κιβδηλίαν. Διχῶς δὲ τὸ ἔθνος λέγεται, καὶ Δαλμάται καὶ Δαλματεῖς. Ἡ δὲ πόλις αὐτῶν Δάλμιον ἢ Δελμίνιον ἢ Δέλμινον.