Ancient Greek
Τάδε ἔνεστιν ἐν τῇ ὀγδόῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 378-2
Not analysed yet
Ἄχαβος δὲ πολλὴν ὁδὸν διώκων τοὺς Σύρους ἤνυσεν ἀναιρῶν αὐτούς, διαρπάσας δὲ τὰ ἐν τῇ παρεμβολῇ, πλοῦτος δʼ ἦν οὐκ ὀλίγος, ἀλλὰ καὶ χρυσοῦ πλῆθος καὶ ἀργύρου τά τε ἅρματα τοῦ Ἀδάδου καὶ τοὺς ἵππους λαβὼν ἀνέστρεψεν εἰς τὴν πόλιν. τοῦ δὲ προφήτου παρασκευάζεσθαι φήσαντος καὶ τὴν δύναμιν ἑτοίμην ἔχειν, ὡς τῷ ἐπιόντι πάλιν ἔτει στρατεύσοντος ἐπʼ αὐτὸν τοῦ Σύρου, ὁ μὲν Ἄχαβος πρὸς τούτοις ἦν.