Ancient Greek · ~4 min
379 to 381
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 379-381
Not analysed yet
Ὁ δὲ Ἄδαδος διασωθεὶς ἐκ τῆς μάχης μεθʼ ὅσης ἠδυνήθη στρατιᾶς συνεβουλεύσατο τοῖς αὑτοῦ φίλοις, πῶς ἂν ἐπιστρατεύσηται τοῖς Ἰσραηλίταις. οἱ δὲ ἐν μὲν τοῖς ὄρεσιν οὐκ ἐδίδοσαν γνώμην συμβαλεῖν αὐτοῖς· τὸν γὰρ θεὸν αὐτῶν ἐν τοῖς τοιούτοις δύνασθαι τόποις καὶ διὰ τοῦτο νῦν ὑπʼ αὐτῶν νενικῆσθαι· κρατήσειν δὲ ἔλεγον ἐν πεδίῳ ποιησαμένους τὴν μάχην. συνεβούλευον δὲ πρὸς τούτῳ τοὺς μὲν βασιλέας οὓς ἐπηγάγετο συμμάχους ἀπολῦσαι πρὸς τὰ οἰκεῖα, τὴν δὲ στρατιὰν αὐτῶν κατασχεῖν ἀντʼ ἐκείνων σατράπας καταστήσαντα· εἰς δὲ τὴν τῶν ἀπολωλότων τάξιν στρατολογῆσαι δύναμιν ἐκ τῆς χώρας τῆς αὐτῶν καὶ ἵππους καὶ ἅρματα. δοκιμάσας οὖν ταῦτα εἰρῆσθαι καλῶς οὕτως διεκόσμησε τὴν δύναμιν. Ἀρξαμένου δὲ ἔαρος ἀναλαβὼν τὴν στρατιὰν ἦγεν ἐπὶ τοὺς Ἑβραίους, καὶ γενόμενος πρὸς πόλει τινί, Ἀφεκὰ δʼ αὐτὴν καλοῦσιν, ἐν μεγάλῳ στρατοπεδεύεται πεδίῳ. Ἄχαβος δʼ ἀπαντήσας αὐτῷ μετὰ τῆς δυνάμεως ἀντεστρατοπεδεύσατο· σφόδρα δʼ ἦν ὀλίγον αὐτοῦ τὸ στράτευμα πρὸς τοὺς πολεμίους ἀντιπαραβαλλόμενον.