Ancient Greek · ~2 min
Τάδε ἔνεστιν ἐν τῇ ὀγδόῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 382-2
Not analysed yet
τοῦ δὲ προφήτου προσελθόντος αὐτῷ πάλιν καὶ νίκην τὸν θεὸν αὐτῷ διδόναι φήσαντος, ἵνα τὴν ἰδίαν ἰσχὺν ἐπιδείξηται μὴ μόνον ἐν τοῖς ὄρεσιν ἀλλὰ κἀν τοῖς πεδίοις ὑπάρχουσαν, ὅπερ οὐκ εἶναι δοκεῖ τοῖς Σύροις, ἑπτὰ μὲν ἡμέρας ἀντεστρατοπεδευκότες ἡσύχαζον, τῇ δὲ ὑστάτῃ τούτων ὑπὸ τὸν ὄρθρον προελθόντων ἐκ τοῦ στρατοπέδου τῶν πολεμίων καὶ παραταξαμένων εἰς μάχην ἀντεπεξῆγε καὶ Ἄχαβος τὴν δύναμιν.