Ancient Greek · ~2 min
383 to 384
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 383-2-384
Not analysed yet
καὶ συμβαλὼν καρτερᾶς τῆς μάχης γενομένης τρέπεται τοὺς πολεμίους εἰς φυγὴν καὶ διώκων ἐπέκειτο. οἱ δὲ καὶ ὑπὸ τῶν ἁρμάτων καὶ ὑπʼ ἀλλήλων ἀπώλοντο, ἴσχυσαν δʼ ὀλίγοι διαφυγεῖν εἰς τὴν Ἀφεκὰ πόλιν αὐτῶν. ἀπέθανον δὲ καὶ αὐτοὶ τῶν τειχῶν αὐτοῖς ἐπιπεσόντων ὄντες δισμύριοι ἑπτακισχίλιοι. διεφθάρησαν δʼ ἐν ἐκείνῃ τῇ μάχῃ ἄλλαι μυριάδες δέκα. ὁ δὲ βασιλεὺς τῶν Σύρων Ἄδαδος φεύγων μετά τινων πιστοτάτων οἰκετῶν εἰς ὑπόγειον οἶκον ἐκρύβη.