Ancient Greek · ~2 min
Τάδε ἔνεστιν ἐν τῇ ὀγδόῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 385
Not analysed yet
τούτων φιλανθρώπους καὶ ἐλεήμονας εἶναι φησάντων τοὺς τῶν Ἰσραηλιτῶν βασιλέας καὶ δυνήσεσθαι τῷ συνήθει τρόπῳ τῆς ἱκετείας χρησαμένους τὴν σωτηρίαν αὐτῷ παρʼ Ἀχάβου λαβεῖν, εἰ συγχωρήσειεν αὐτοῖς πρὸς αὐτὸν ἀπελθεῖν, ἀφῆκεν· οἱ δὲ σάκκους ἐνδυσάμενοι καὶ σχοινία ταῖς κεφαλαῖς περιθέμενοι, οὕτως γὰρ τὸ παλαιὸν ἱκέτευον οἱ Σύροι, πρὸς Ἄχαβον παρεγένοντο καὶ δεῖσθαι τὸν Ἄδαδον σώζειν αὐτὸν ἔλεγον εἰς ἀεὶ δοῦλον αὐτοῦ τῆς χάριτος γενησόμενον.