Ancient Greek · ~1 min
Τάδε ἔνεστιν ἐν τῇ ὀγδόῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 386
Not analysed yet
ὁ δὲ συνήδεσθαι φήσας αὐτῷ περιόντι καὶ μηδὲν ἐν τῇ μάχῃ πεπονθότι τιμὴν καὶ εὔνοιαν, ἣν ἄν τις ἀδελφῷ παράσχοι, κατεπηγγείλατο. λαβόντες δὲ ὅρκους παρʼ αὐτοῦ μηδὲν ἀδικήσειν φανέντα προάγουσι πορευθέντες ἐκ τοῦ οἴκου ἐν ᾧ κέκρυπτο καὶ προσάγουσι τῷ Ἀχάβῳ ἐφʼ ἅρματος καθεζομένῳ· ὁ δὲ προσεκύνησεν αὐτόν.