Ancient Greek · ~4 min
Fragment 4
Galen, In Platonis Timaeum commentarii fragmenta (e cod. Paris. gr. 2838) 4
Not analysed yet
77c9——d3. Καὶ πρῶτον μὲν ὀχετοὺς κρυφαίους ὑπὸ τὴν ξύμφυσιν τοῦ δέρματος καὶ τῆς σαρκὸς δύο φλέβας ἔτεμον νωτιαίας, <δίδυμον> ὡς τὸ σῶμα ἐτύγχανε δεξιοῖς τε καὶ ἀριστεροῖς ὄν. Ἐκ τοῦ κατὰ τοὺς κήπους παραδείγματος μετήνεγκε τὴν τῶν ὀχετῶν προσηγορίαν ἐπὶ τὰς φλέβας, ἐμνημόνευσε δὲ τῶν μεγίστων φλεβῶν, ἀφ' ὧν αἱ καθ' ὅλον τὸ σῶμα πεφύκασι, νωτιαίας ὀνομάσας, ἐπειδὴ καθ' ὅλον ἐκτέτανται τὸν νῶτον ἐκ τῶν ἔνδον δηλονότι μερῶν αὐτοῦ. καθ' ὅσον μὲν οὖν φλέβας ὀνομάζει τὰ κατὰ τὸν νῶτον ἀγγεῖα τῶν ἀρχαίων, ὡς εἴρηται, <καὶ> τὰς ἀρτηρίας οὕτω καλούντων, ἀληθεύει, καθ' ὅσον δέ, διότι δίδυμόν ἐστι τὸ σῶμα, διὰ τοῦτο δύο εἶναί φησι τὰς φλέβας, οὐκ ἀληθεύει. οὔτε γὰρ ὁμοειδῆ τὰ κατὰ τὸν νῶτόν ἐστιν ἀγγεῖα, θατέρου μὲν αὐτῶν λεπτὸν καὶ ἄσφυκτον ἔχοντος χιτῶνα, θατέρου δὲ σφύζοντά τε καὶ τῷ πάχει πενταπλάσιον ἢ ἑξαπλάσιον, ὃ καλοῦμεν ἰδίως ἀρτηρίαν, ἀλλ' οὐδὲ τὸ μὲν ἐν τοῖς δεξιοῖς ἐστι, τὸ δ' ἐν τοῖς ἀριστεροῖς μέρεσιν, ἀλλ' ἄμφω κατὰ τὸ μέσον τῆς ῥάχεως, ἑκατέρωθεν δὲ αὐτῶν ἓν νεῦρόν ἐστι, τὸ μὲν ἐν τοῖς δεξιοῖς ὄν, τὸ δὲ ἐν τοῖς ἀριστεροῖς.