Ancient Greek
Fragment 5
Galen, In Platonis Timaeum commentarii fragmenta (e cod. Paris. gr. 2838) 5
Not analysed yet
77d3——6. Ταύτας δὲ καθῆκαν παρὰ τὴν ῥάχιν, καὶ τὸν γόνιμον μεταξὺ λαβόντες μυελόν, ἵνα οὗτός τε ὅτι μάλιστα θάλλοι, καὶ ἐπὶ τὰ ἄλλα εὔρους ἐντεῦθεν ἅτε ἐπὶ κάταντες ἡ ἐπίχυσις γιγνομένη παρέχοι τὴν ὑδρείαν ὁμαλήν. Γόνιμον μυελὸν εἶπε τὸν νωτιαῖον οὔσης καὶ ταύτης παλαιᾶς δόξης, ὡς καὶ τὸν Ἱπποκράτην δοκεῖν αὐτῆς μετεσχηκέναι καὶ νομίζειν ἐκ τοῦ νωτιαίου μυελοῦ τὸ σπέρμα κατέρχεσθαι πρὸς τὸ τοῦ ἄρρενος αἰδοῖον· θάλλειν δὲ τῇ κοινωνίᾳ τῶν αἱματικῶν ἀγγείων τὸν μυελὸν ἔφη τρεφόμενον ἐξ αὐτῶν δηλονότι, καὶ ἐπὶ τὰ ἄλλα δὲ μόρια τοῦ σώματος ἐντεῦθεν ὁμαλὴν γίνεσθαί φησι τὴν ἐπίχυσιν ὡς ἂν ἐκ τῶν μεγάλων ὀχετῶν εἰς μικροὺς τῆς νομῆς γινομένης. τὸ δὲ ἅτε ἐπὶ τὸ κάταντες οὐ πάντη καλῶς εἴρηται· καὶ γὰρ τὰ ὑψηλότερα μέρη τὰ περὶ τὸν τράχηλόν τε καὶ τὴν κεφαλὴν τρέφεται διὰ τῶν φλεβῶν· ἐν μὲν οὖν τοῖς κάτω τοῦ διαφράγματος μέρεσι τῆς ῥάχεως <ἥ τε κοίλη φλὲψ> ἥ τε ἀρτηρία <ἡ> μεγίστη ἐπίκειται κατὰ τῶν σπονδύλων, ἄχρι περ ἂν εἰς τὰ σκέλη σχισθῇ κατὰ τὸ πέρας αὐτῆς· ἐν δὲ τοῖς ἀνωτέρω τοῦ διαφράγματος ἡ μὲν ἀρτηρία μέχρι πλείστου τοῖς σπονδύλοις ἐπιτέταται, παράκειται δὲ αὐτῇ τις φλὲψ μικρὰ μόνα τὰ κατὰ τὰς ὀκτὼ [νώθους] πλευρὰς τοῦ θώρακος τρέφουσα τὰ κάτω· τὸ δὲ ἀπὸ τοῦδε μέρος τῆς ῥάχεως ἅπαν τὸ ἄνω, καθ' ὃ τέτταρες μὲν οἱ πρῶτοι τοῦ θώρακος σπόνδυλοι κεῖνται, μετ' αὐτοὺς δὲ ἄχρι τῆς κεφαλῆς οἱ τοῦ τραχήλου πάντες, οὔτε ἀρτηρίαν οὔτε φλέβα καθ' ἑαυτοῦ κειμένην ἔχει· ἀλλ', ὡς ἔφην, οὐδὲν θαυμαστόν ἐστι τὰ κατὰ τὰς ἀνατομὰς ἀγνοῆσαι Πλάτωνα καθάπερ καὶ Ὅμηρον, ὅστις φησίν ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν, ἥτ' ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχέν' ἱκάνει.