Ancient Greek
Fragment 6
Galen, In Platonis Timaeum commentarii fragmenta (e cod. Paris. gr. 2838) 6
Not analysed yet
77d6—e6. Μετὰ δὲ ταῦτα σχίσαντες περὶ τὴν κεφαλὴν τὰς φλέβας καὶ δι' ἀλλήλων ἐναντίας πλέξαντες διεῖσαν, τὰς μὲν ἐκ τῶν δεξιῶν ἐπὶ τὰ ἀριστερὰ τοῦ σώματος, τὰς δὲ ἐκ τῶν ἀριστερῶν ἐπὶ τὰ δεξιὰ κλίναντες, ὅπως δεσμὸς ἅμα τῇ κεφαλῇ πρὸς τὸ σῶμα ᾖ μετὰ τοῦ δέρματος, ἐπειδὴ νεύροις οὐκ ἦν κύκλῳ κατὰ κορυφὴν περιειλημμένη, καὶ δὴ καὶ τὸ τῶν αἰσθήσεων πάθος ἵν' ἐφ' ἑκατέρων τῶν μερῶν εἰς ἅπαν τὸ σῶμα εἴη διάδηλον. <Αἱ κατὰ τὴν κεφαλὴν φλέβες> διέρχεσθαί τισιν ἔδοξαν αἵ τ' ἐκ τῶν ἀριστερῶν εἰς τὰ δεξιὰ αἵ τ' ἐκ τῶν δεξιῶν εἰς τὰ ἀριστερά, τοῖς δὲ ἀκριβέστερον ἀνατέμνουσιν ἑνοῦσθαι τὰ πέρατα αὐτῶν ἀλλήλοις, ὅπερ καὶ κατ' ἄλλα γίνεται μέρη τοῦ σώματος. δεσμὸν δὲ ἡγεῖται μὲν τῆς κεφαλῆς εἶναι τὴν ἕνωσιν αὐτῶν ἀγνοῶν τοὺς ὄντως δεσμοὺς αὐτῆς, μεγίστους μὲν τοὺς κατὰ τὰς ῥαφάς, μικροὺς δὲ τόν τε περικράνιον ὑμένα καὶ τὸ δέρμα, παχύτερον δὲ τοῦ κατὰ τὸ σῶμα παντὸς δέρματος, ὡς ἐπιτετάσθαι δοκεῖν ἔνδοθεν αὐτῷ σαρκοειδῆ τινα οὐσίαν λεπτὴν ἐσφιγμένην τε περὶ τὸ κρανίον. νεῦρον δὲ κατὰ τὴν κεφαλὴν οὐδὲν εἶναί φησι διὰ τὸ μὴ γινώσκειν μὲν τὰ προαιρετικὰ προσαγορευόμενα, μήτε δὲ συνδετικὰ κατ' αὐτὴν εἶναι μήτε τένοντας. <ἀλλ' οὐδὲ τοῦτο ὀρθῶς φησι τὰς> ἀντεμπλοκὰς γίνεσθαι τῶν φλεβῶν, ἵνα τὸ τῶν αἰσθήσεων πάθος εἰς ὅλον <τὸ σῶμα> διαδιδῶται, μὴ γινώσκων μηδὲ ἐνταῦθα διὰ νεύρων τὰς αἰσθήσεις γινομένας, ὅπερ, ὡς ἔφην, καὶ τῶν παλαιῶν ἰατρῶν ἠγνόησάν τινες.