Ancient Greek · ~4 min
Fragment 7
Galen, In Platonis Timaeum commentarii fragmenta (e cod. Paris. gr. 2838) 7
Not analysed yet
77e7——78b2. Τὸ δ' ἐντεῦθεν ἤδη τὴν ὑδραγωγίαν παρεσκεύασαν τρόπῳ τινὶ τοιῷδε, ὃν κατοψόμεθα ῥᾷον προδιομολογησάμενοι τὸ τοιόνδε, ὅτι πάντα ὅσα ἐξ ἐλαττόνων συνίσταται στέγει τὰ μείζω, τὰ δὲ ἐκ μειζόνων τὰ σμικρότερα οὐ δύναται. πῦρ δὲ πάντων γενῶν σμικρομερέστατον, ὅθεν δι' ὕδατος καὶ γῆς ἀέρος τε καὶ ὅσα ἐκ τούτων συνίσταται διαχωρεῖ καὶ στέγειν οὐδὲν αὐτὸ δύναται. ταὐτὸν δὴ καὶ περὶ τῆς παρ' ἡμῖν κοιλίας διανοητέον, ὅτι σιτία μὲν καὶ ποτά, ὅταν εἰς αὐτὴν ἐμπέσῃ, στέγει, πνεῦμα δὲ καὶ πῦρ σμικρομερέστερα ὄντα τῆς αὑτῆς ξυστάσεως οὐ δύναται. Ὑδραγωγίαν ὠνόμασε τὴν διὰ τῶν φλεβῶν φορὰν τοῦ αἵματος, ἀπὸ τῆς προειρημένης εἰκόνος ἐπὶ τῶν ‘ὀχετῶν’ τὴν μεταφορὰν τῆς προσηγορίας ποιησάμενος· γίνεσθαι δέ φησι, τοῦ πνεύματος ἅμα τῇ θερμασίᾳ ‘διὰ τῆς κοιλίας’ ἐξιόντος, εἶθ' ἑαυτῷ συναναφέροντος τὰ καταθραυσθέντα τῆς τροφῆς μόρια. τὸ μὲν κεφάλαιον τοῦ λόγου συντόμως τε ἅμα καὶ σαφῶς εἴρηταί μοι, τὰ δ' ἐφεξῆς εἰρημένα δυσνόητά τε καὶ δύσρητά ἐστι, καὶ διὰ τοῦτο καθ' ἑκάστην λέξιν ἐξήγησιν αὐτῶν ποιησάμενος ὕστερον ἀθροίσω πρὸς μίαν ἅπαντα σύνοψιν.