Ancient Greek
Fragment 16
Galen, In Platonis Timaeum commentarii fragmenta (e cod. Scorial. Φ III 11 [ 230 Revilla]) 16
Not analysed yet
ὅτι ὅσον μὲν ἐπὶ τὸ τὴν λογιστικὴν ψυχὴν ἐνδεδέσθαι θνητῷ σώματι, τὴν κεφαλὴν ἤρκει διαπλασθῆναι μόνον· καὶ μάλιστα ὅτι τὰ τῶν αἰσθήσεων ὄργανα κατ' αὐτὴν ἐγένοντο προσήκοντα. τὴν δὲ κατὰ τόπον κίνησιν, πῶς ἂν τὸ ζῷον ἤνυεν, εἰ μὴ πρῶτον μὲν ἔσχε μῆκος τὸ σῶμα, δεύτερον δὲ ὄργανα τὰ βαστάζοντά τε τὸ μῆχος τοῦτο καὶ κινοῦντα;