Ancient Greek
127.1 to 127.37
Gregorius Nyssenus Theol., Contra Eunomium 127.1-37
Unproofread scanNot analysed yet
ἀτάκτως καθ' ἡμῶν θρασυνομένων ἐπιτηδεῖως ἔχομεν, ὡς ἐστι δυνατόν, ἐκ τῆς τοῦ ἀγῶνος εἰκείνου διδασκαλίας ἀσκήσαντες ἐν τῷ ἤθει τὸ μέτριον, δεδοίκα μὴ ἐκ τῶν πρὸς τὸν ἀντίπαλον ἡμῖν γεγραμμένων νεοφανεῖς τινες τοῖς ἐντυχάνουσι δόξωμεν, ὡς εὐκόλως πρὸς τὰς τῶν ὑβριστῶν λοιδορίας ἐκτραφέντες μενοι. "Ἡ τάχα παραιτήσεται ἡμᾶς πρὸς τὸ μὴ δοκεῖν εἶναι τοιούτους, τὸ μὴ ὑπὲρ ἡμῶν αὐτῶν, ἀλλ' ὑπὲρ τῶν κατὰ τοῦ πατρὸς εἰρημένων ὀργίζεσθαι. Ἐν γὰρ τοῖς τοιούτοις τάχα τὸ μετριάζειν τοῦ χαλεπαίνειν ἐστὶν ἀσυγγνωστότερον. Εἰ δὲ τὰ πρῶτα τοῦ λόγου ἐξαγώνια πως εἶναι δοκεῖ, λογίζομαι τὸν κρίνειν ἐπισκεμμένον ἀποδέξασθαι ἂν τὴν τοιαύτην περὶ τὸν λόγον οἰκονομίαν. Οὐτε γὰρ ἀσυνηγόρητον ἔδει παραθῆναι τὴν τοῦ μεγάλου ὑπόληψιν ταῖς τοῦ ἀνειδίου βλασφημίαις σπαρσασσομένην, οὔτε πάντη καταμηνύειν τῷ λόγῳ, σποράδην παρανειρόντα τὴν περὶ τούτου μάχην· ἀλλως τε τῷ ἀκριβῶς λογιζομένῳ καὶ ταῦτα τὰ μέρη τῶν ἀγῶνων ἐστίν· ἐπειδὴ γὰρ εἰς δύο σκοποὺς καὶ ὁ τοῦ ἐναντίου λόγος μεμέρισται, εἰς τε τὰς καθ' ἡμῶν διαβολάς, καὶ εἰς τὴν κατηγορίαν τοῦ ὑγιαίνοντος δόγματος, ἔδει πρὸς ἑκάτερα καὶ τὸν ἡμέτερον ἀντιταχθῆναι λόγον. Σαφηνείας δὲ χάριν, καὶ τοῦ μὴ διακοπῆναι τὸν εἱρμὸν τῶν κατὰ τὸ δόγμα ζητουμένων, ταῖς παρενθήκαις τῶν πρὸς τὰς παρ' αὐτοῦ διαβολὰς λεγομένων, ἀναγκαίως εἰς δύο ταμόντες τὴν πράγματείαν κατ' ἀρχὰς μὲν περὶ τὴν ἀπολογίαν τῶν ἐπιφερομένων ἡμῖν ἐσχολήθημεν, μετὰ ταῦτα δὲ τοῖς κατὰ τοῦ δόγματος εἰρημένοις κατὰ τὸ δυνατὸν συνεπλάχθμεν. Ἔχει δὲ ὁ λόγος οὐ μόνον ἀνατροπὴν τῶν αἱρετικῶν ὑπολήψεων, ἀλλὰ καὶ διδασκαλίαν καὶ ἔκθεσιν τῶν ἡμετέρων δογμάτων. Αἰσχρὸν γὰρ εἶναι καὶ παντάπασιν ἀγεννὲς ὑπέλαβόμεν, τῶν ἐχθρῶν οὐκ ἐπιχρυπτομένων τὴν ἀτοπίαν, ἡμᾶς μὴ ἐμπάροῦσιάζεσθαι τῇ ἀληθείᾳ. ΤΟΥ ΠΕΤΡΟΥ ΣΕΒΑΣΤΕΙΑΣ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΤΟΝ ΑΓΙΟΝ ΓΡΗΓΟΡΙΟΝ ΝΥΣΣΗΣ ΤΟΥ ΑΥΤΟΥ ΑΔΕΛΦΟΝ. Τῷ θεοσεβεστάτῳ ἀδελφῷ Γρηγορίῳ, Πέτρος ἐν Κυρίῳ χαίρειν.