Ancient Greek
321.1
Gregorius Nyssenus Theol., Contra Eunomium 321.1
Unproofread scanNot analysed yet
Α. ἀπελεγχθῆναι· εἴπερ εὐρεθεῖν σώματος τόκος πάθος οὐ προσδεξάμενος. Εἰπὲ γάρ, ἐγένετο σάρξ ὁ λόγος ἢ οὔχ; Οὐκ ἂν εἴποις μὴ γεγενῆσθαι. Ἐγένετο τοίνυν, καὶ οὐκ ἔστιν ὁ ἀρνοῦμενος. Πῶς οὖν ἐφανερῶθη ἐν σαρκὶ ὁ Θεός; Διὰ τόκου, πάντως ἐρεῖς. Ποίου οὖν τούτου μνησθεῖς; ἡ δῆλον ὅτι τῆς παρθενίας, καὶ ὅτι τὸ ἐν αὐτῇ γενηθὲν ἐκ Πνεύματος ἁγίου ἦν, καὶ ὅτι ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, καὶ ἔτεκε, καὶ οὐδὲν ἦτον ἡ ἀφθαρσία συνδιευλαχθῆ τῷ τόκῳ. Εἶτα τὴν ἐκ μέρους γυναικὸς γέννησιν καθαρὰν πάθους εἶναι πιστεύεις (εἰπε πιστεύεις), τὴν δὲ θεῖαν τε καὶ ἀκήρατον ἐκ τοῦ Πατρὸς οὐ δέχῃ, ἵνα μὴ πάθος νοήσῃς περὶ τὴν γέννησιν. Ἄλλ' οἶδα σαφῶς, ὅτι οὐχὶ τὸ πάθος αὐτὸ φευκτὸν ἔστιν ἐν τῷ δόγματι, ὁ μήτε τὴν ἀρχὴν ἐνορᾷ τῇ θεία τε καὶ ἀκήρατῳ φύσει· ἄλλ' ὅπως ἂν ὁ ποιητὴς πάσης τῆς κτίσεως μέρος νομισθῇ τῆς κτίσεως, ταῦτα κατασκευάζει πρὸς τὴν ἀρνήσιν τοῦ Μονογενοῦς Θεοῦ, τῇ ἐσχηματισμένῃ περὶ τὸ πάθος εὐλαβεία συνεργῷ χρώμενος.