Ancient Greek
354.53
Gregorius Nyssenus Theol., Contra Eunomium 354.53
Unproofread scanNot analysed yet
ἀσθενείας ἡμῶν καταλεῖψιν ἡδυνήθη. Οἱ δὲ ταύτην ἀποδείξιν τῆς κατὰ τὴν φύσιν ἀλλοτριότητος τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα ποιοῦνται, τὸ διὰ σαρκὸς καὶ σταυροῦ φανερωθῆναι τὸν Κύριον· ὡς τῆς μὲν φύσεως τοῦ Πατρὸς καθαρὰς ἐν ἀπαθείᾳ διαμένουσης· τοῦ δὲ Υἱοῦ διὰ τὸ πρὸς τὸ ταπεινότερον παραλλάξαι τὴν φύσιν, πρὸς σάρκός τε καὶ θανάτου πείραν οὐχ ἀδυνατοῦντος ἐλθεῖν· ὡς οὐ πολλῆς γενομένης τῆς μεταστάσεως, ἀλλὰ τρόπον τινὰ πρὸς τὸ συγγενὲς καὶ ὁμόφυλον ἐκ τοῦ ὁμοίου μεταχωρούσης, διὰ τοῦ κτιστὴν μὲν τὴν ἀνθρωπίνην, κτιστὴν δὲ καὶ τὴν τοῦ Μονογενοῦς ὑποτίθεσθαι φύσιν. Τίς τοίνυν εἰκῶτως ἐπαισχύνεσθαι τῷ σταυρῷ κατηγορεῖται; ὁ τὰ ταπεινὰ περὶ ἑαυτοῦ λέγων, ἢ ὁ περὶ τῶν ὑψηλῶς ῥων ἀγωνιζόμενος; Οὐχ οἶδα εἰ τῆς Παύλου μεγάλου φωνίας ὁ κατηγορὸς ἤκουσεν, ὁ οὕτως καταπαμικροῦνων τὸν ἐπὶ τοῦ σταυροῦ γνωρισθέντα Θεόν, οἷα καὶ ὅσα ἐκεῖνος τῷ ὑψηλῷ στόματι περὶ τοῦ σταυροῦ διεξέρχεται· ὁ γὰρ διὰ τοσούτων καὶ τοιούτων θαυμάτων ἑαυτὸν γνωρίζειν ἔχων, Μὴ γένοιτο, φησίν, ἐπὶ τινὶ ἄλλῳ καυχᾶσθαι, εἰ μὴ ἐπὶ τῷ σταυρῷ τοῦ Χριστοῦ· καὶ πρὸς Κορινθίους λέγει τὸν λόγον τοῦ σταυροῦ δύναμιν Θεοῦ τοῖς σωζομένοις εἶναι· Ἐφεσίοις δὲ τὴν τὸ πᾶν διακρατοῦσαν τε καὶ συνέχουσαν δύναμιν, τῷ σχήματι τοῦ σταυροῦ καταγράφει, ἐν οἷς βούλεται αὐτοὺς ὑψωθέντας γινώσκειν τὴν ὑπερβάλλουσαν δόξαν τῆς δυνάμεως ταύτης, ὕψος καὶ βάθος, καὶ πλάτος, καὶ μήκος κατανοοῦντας, ἑκάστον κεφαλῶν τῶν κατὰ τὸ σχῆμα τοῦ σταυροῦ θεωρουμένων, ἰδίοις προσαγορευῶν ὀνόμασιν· ὡς τὸ μὲν ἄνω μέρος, ὕψος εἶπεν· βάθος δὲ, τὸ μετὰ τὴν συμβολὴν ὑποκειμένον· τὴν δὲ ἐγκάρσιον καὶ ἑκάτερον κεφαλῶν, τῷ τοῦ μήκους τε καὶ πλάτους ὀνόματι διασημαίνων· ὡς ἂν διὰ τούτου φανερωθῇ τὸ μέγα μυστήριον, ὅτι καὶ τὰ οὐράνια καὶ τὰ καταγόνια, καὶ πάντα τὸν ὄντων τὰ πέρατα διακρατεῖται καὶ συνέχεται παρὰ τοῦ τὴν ἀπόρρητον καὶ μεγάλην ταύτην δύναμιν ἐν τῷ τύπῳ τοῦ σταυροῦ παραδείξαντος. Ἄλλ’ οὐδὲν οἶμαι δεῖν πλέον ταῖς αἰτίαις ταύταις ἐναγωνίζεσθαι, περιττὸν κρίνων ἐμφιλιωτέμεθαι τοῖς κατὰ τῆς συκοφαντίας ἐλέγχοις, καὶ δι’ ὀλίγων τῆς ἀληθείας δεῖχθείσης.