Ancient Greek
355.2
Gregorius Nyssenus Theol., Contra Eunomium 355.2
Unproofread scanNot analysed yet
Οὕκουν πρὸς ἕτερον ἔγκλημα τῷ λόγῳ μετέλωμεν. Διαβάλλεσθαι λέγει παρ’ ἡμῶν τοὺς ἁγίους. Ἄλλ’ εἰ μὲν αὐτὸς ἤκουσε, λεγέτω τὰ ῥήματα τῆς κατηγορίας· εἰ δὲ πρὸς ἑτέρους εἰρημένα λέγει, δεῖξάτω διὰ τῶν μαρτυρούντων ἀληθῆ τὴν αἰτίαν. Εἰ δ’ ἀφ’ ὧν γεγραφήκαμεν ἀποδεικνύειν, ἀναγνώτω τὰ εἰρημένα, καὶ τὴν αἰτίαν δεξόμην· ἀλλ’ οὐχ ἂν τι τοιούτων προσενεχθῆν ἔχοι. Πρόκειται γὰρ παντὶ τῷ βουλομένῳ τὰ παρ’ ἡμῶν εἰς ἐξέτασιν. Εἰ δὴ μήτε πρὸς αὐτὸν εἴρηται, μήτε ἑτέρων ἤκουσεν, μήτε διὰ τῶν γεγραμμένων ἔχει τὸν ἐλεγχον, σιγᾶν οἶμαι χρήναι τὸν ὑπὲρ τούτων ἀπολογοῦμενον. Πρὸς γὰρ τὸ ἀνυπόστατον ἔγκλημα, πρέπουσα πάντως ἐστὶν ἀπολογία ἡ σιωπή. Πέτρος φησὶν ὁ ἀπόστολος, Κύριον καὶ Χριστὸν ὁ Θεὸς ἐποίησε τούτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. Ἡμεῖς ταῦτα παρ’