Ancient Greek
363.2
Gregorius Nyssenus Theol., Contra Eunomium 363.2
Unproofread scanNot analysed yet
Φανερὸν δὲ καὶ διὰ τῶν νῦν λεγομένων οὐχ ἧττον ἐστιν. Εἰ γὰρ αἰτιάζεται τοὺς τὸ πάθος τῇ ἀνθρωπίνῃ φύσει ἀνατιθέντας, βούλεται πάντως αὐτὴν τὴν πάθει ὑπαγαγεῖν τὴν θεότητα. Διπλῆς γὰρ οὖσης καὶ ἀμφιβόλου τῆς ὑπολήψεως, εἴτε τὸ θεῖον εἴτε τὸ ἀνθρώπινον ἐν πάθει γένονεν, ἡ τοῦ ἑνὸς κατηγορία, κατασκευὴ πάντως τοῦ λειπομένου γίνεται. Εἰ τοίνυν αἰτιῶνται τοὺς τὸ πάθος περὶ τὸν ἄνθρωπον βλέποντας, ἐπαινέσουσι πάντως τοὺς ἐμπαθῆ λέγοντας τὸν Υἱὸν τὴν θεότητα. Τὸ δὲ κατασκευαζόμενον, συγγνωρία τῆς τοῦ δόγματος αὐτῶν ἀτοπίας γίνεται. Εἰ γὰρ πάσχει μὲν κατὰ τὸν λόγον αὐτῶν τοῦ Υἱοῦ ἡ θεότις· ἡ δὲ τοῦ Πατρὸς ἐν ἀπάθεια πᾶση φυλάσσεται κατὰ τὴν οὐσίαν· ἡ ἀπάθης ἄρα φύσις πρὸς τὴν παραδεχομένην τὸ πάθος ἀλλοτριῶς ἔχει. Ἐπειδὴ τοίνυν βραχὺ μὲν ὅσον ἐν τῇ περιγραφῇ τῶν δημάτων ἐστὶ τὸ λεγόμενον, πάσης δὲ τῆς περὶ τὸ δόγμα κακίας τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις παρέχεται, δικαιον ἂν εἴη τοὺς ἐντυχάνοντας μὴ τὸ σύντομον τῆς ἀποκρίσεως, ἀλλὰ τὸ ἀσφαλὲς ἀπαιτεῖν. Ἡμεῖς τοίνυν οὔτε ἀνθρώπῳ τὴν σωτηρίαν ἑαυτῶν ἀνατιθέμεθα, οὔτε τὴν ἀχράτον καὶ θείαν φύσιν ἐμπαθῆ καὶ ἐπίκηρον εἶναι καταδεχόμεθα· ἀλλ’ ἐπειδὴ χρὴ πάντως πιστεύειν ταῖς θείαις φωναῖς, αἱ Θεὸν τὸν ἐν ἀρχῇ ὄντα Λόγον χρησάσων· μετὰ ταῦτα δὲ τὸν Λόγον σάρκα γενόμενον ἐπὶ τῆς γῆς ὁρᾶσθαι, καὶ τοῖς ἄνθρώποις συναναστραφῆναι, τὰ πρόσφορα τῆς θείας φωνῆς νοήματα τῇ πίστει δεχόμεθα. Ὅταν μὲν γὰρ ἀκούωμεν ὅτι φῶς ἐστι, καὶ δύναμις, καὶ δικαιοσύνη, καὶ ζωή, καὶ ἀλήθεια, καὶ ὅτι πάντα δι’ αὐτοῦ ἐγένετο· πάντα ταῦτα καὶ τὰ τοιαῦτα πιστὰ ποιούμεθα, εἰς τὸν Λόγον τὸν Θεὸν ἀναφέροντες. Ὅταν δὲ λύπην, καὶ ὕπνον, καὶ ἔνδειαν, καὶ ταραχὴν, καὶ δεσμὰ, καὶ ἥλους, καὶ λόγχην, καὶ αἷμα, καὶ τραύματα, καὶ ταφήν, καὶ μνημεῖον, καὶ ὅσα ἄλλα τοιαῦτα, χὰν ὑπεναντῶς ἔχῃ τοῖς προαποδεδομένοις, οὐδὲν ἧττον πιστὰ τε καὶ ἀληθῆ εἶναι δεχόμεθα, πρὸς τὴν σάρκα βλέποντες, ἣν τῇ πίστει μετὰ τοῦ λόγου παρεδέξαμεθα. Ὡς οὐχ ἔστι τὰ τῆς σαρκὸς ἰδιώματα τῷ ἐν ἀρχῇ ὄντι ἐπιθεωρηθῆναι Λόγῳ· οὕτως αὐ πάλιν οὐδὲ τὰ τῆς θεότητος ἴδια ἐν τῇ τῆς σαρκὸς φύσει κατανοηθῆσαι. Διὸ μεμιγμένης τῆς εὐαγγελικῆς περὶ τὸν Κύριον διδασκαλίας διὰ τε τῶν ὑψηλῶν τε καὶ θεοπρεπῶν καὶ διὰ τῶν ταπεινῶν, ἐκάτερον τῶν νοημάτων ἐκάτερόν τῶν ἐν τῷ μυστηρίῳ νοουμένων καταλλήλιως ἀρμόζομεν, τὸ μὲν ἀνθρώπινον τῷ ἀνθρωπίνῳ, τὸ δὲ