Ancient Greek
371.39 to 371.57
Gregorius Nyssenus Theol., Contra Eunomium 371.39-57
Unproofread scanNot analysed yet
ἀλλὰ περὶ τοῦ βλεπομένου, καὶ κενώσαντος ἑαυτόν, καθὼς φησιν ὁ Βασίλειος· Ἐκένωσεν δὲ ὁ βλεπόμενος ἄνθρωπος εἰς δοῦλον μορφήν. Ἐπισχέ- τις τοῦτο φησιν, ὅτι πάλιν ἑαυτὸν ἐκένωσεν ὁ βλεπόμενος ἄνθρωπος εἰς δοῦλον μορφήν, ἡ τίς κατασκευάζει, ὅτι πρὸ τῆς διὰ σαρκὸς ἐπιφανείας, τὸ κατὰ τὸν σταυρὸν γέγονε πᾶθος ; Οὔτε γὰρ ὁ σταυρὸς πρὸ τοῦ σώματος, οὔτε τὸ σῶμα πρὸ τῆς τοῦ δούλου μορφῆς· ἀλλ᾽ ὁ μὲν Θεὸς ἐν σαρκὶ φανερῶται, ἡ δὲ σάρξ ἡ τὸν Θεὸν ἐν ἑαυτῇ δείξασα, μετὰ τὸ πληρῶσαι δι᾽ ἑαυτῆς τὸ μέγα τοῦ θανάτου μυστήριον, μεταποιεῖται πρὸς τὸ ὑψηλὸν τε καὶ θεῖον δι᾽ ἀναχράσεως, Χριστὸς γενομένη καὶ Κύριος, εἰς ἐκεῖνο μεταθεῖσα καὶ ἀλλαγείσα, ὅπερ ἦν ὁ ἐν ἐκείνῃ τῇ σαρκὶ ἑαυτὸν φανερῶσας. Ἄλλ᾽ εἰ ταῦτα λέγοιμεν πάλιν ὑμεῖς, τὸν ἐπὶ τοῦ σταυροῦ δεῖχθέντα εἰς ἄλλου ἀνθρώπου γένεσιν κενεωθέντα, ὁ λέγειν ἡμᾶς ὁ προαγωγιστὴς τοῦ τῆς ἀληθείας κατασκευάζει, συνθεῖς οὕτω κατὰ τὴν λέξιν τὸ σῶγμα· Εἰ ὁ βλεπόμενος, φησίν, ἄνθρωπὸς ἐκένωσεν ἑαυτὸν εἰς δούλου μορφήν· ὁ δὲ κενώσας ἑαυτὸν εἰς δούλου μορφήν, εἰς ἀνθρώπου γένεσιν ἐκένωσεν ἑαυτόν· ὁ βλεπόμενος ἀνθρώπος εἰς ἀνθρώπου γένεσιν ἐκένωσεν ἑαυτόν.