Ancient Greek
409.2
Gregorius Nyssenus Theol., Contra Eunomium 409.2
Unproofread scanNot analysed yet
Ὁ γὰρ ἐξοχώτατος αὐτὸς Θεὸς πρὸ τῶν ἄλλων, φησίν, ὅσα γενητά, τῆς αὑτῆς κρατεῖ δυνάμεως. Ὁ μὲν λόγος ἐπ’ αὐτῆς τῆς λέξεως ἀπὸ τοῦ Φιλῶνος τοῦ Ἑβραίου μετενέχεται παρὰ τοῦ λογογράφου ἐπὶ τὸν ἴδιον λόγον. Καὶ ὅτῳ φίλον, ἐξ αὐτῶν τῶν πεποιημένων τῷ Φιλῶνι καταφάνη· ἡ κλοπὴ τοῦ Εὐνομίου γενηθήσεται. Ἐγὼ δὲ τοῦτο παροεσηγνάμην ἐπὶ τοῦ παρόντος, οὐ τοσοῦτον τὴν πτωχείαν τῶν ἰδίων λόγων τε καὶ νοημάτων τῷ λογογράφῳ ἐποινοειδίων, ὅσον δεῖξαι μὲς ἐντυχάνουσι θελῶν τὴν οἰκειότητα πρὸς τοὺς Ἰουδαίων λόγους τῶν Εὐνομίου δογμάτων. Οὐ γὰρ ἂν ἐπ’ αὐτῆς τῆς λέξεως τοῖς τοῦτο νοήμασι οὐ τοῦ Φιλῶνος ἐνεργισθῆ λόγος, εἰ μὴ τις ἦν καὶ τῆς διανοίας τοῦτο πρὸς τὴν ἐκείνου συγγένεια. Οὕτω γὰρ ἐστιν εὑρεῖν κείμενον παρὰ τῷ Ἑβραίῳ τὸν λόγον· τὸ, Ὁ Θεὸς πρὸ τῶν ἄλλων ὅσα γενητά. Τὸ δὲ ἐφεξῆς ἐκ τῆς νέας Ἰουδαϊκῆς προσηρρίφη· τὸ, Τῆς ἰδίας καταχρατεῖ δυνάμεως. Τοῦτο δὲ, ὅσην τὴν ἀτοπίαν ἔχει, δείξει σαφῶς ὁ λόγος ἐξεταζόμενος. Ὁ Θεός, φησί, κρατεῖ τῆς ἰδίας δυνάμεως. Τί ὧν, εἴπé μοι, τινὸς κρατεῖ; Ἄλλο τι παρὰ τὴν δύναμιν ὧν αὐτός, ἄλλο τι οὕσης καταχρατεῖ τῆς ἰδίας δυνάμεως; Οὐκοῦν ἥττᾶται τῆς δυναμίας ἡ δύναμις. Τὸ γὰρ ἄλλο τι παρὰ τὴν δύναμιν ὧν, δύναμις πάντως οὐκ ἐστιν. Καὶ οὕτως εὑρίσκεται καθὼ δύναμις οὐκ ἐστιν, κατ’ ἐκεῖνο κρατῶν τῆς δυνάμεως. Ἄλλὰ δύναμις ὧν ὁ Θεός, πάλιν ἄλλην ἐν ἑαυτῷ δύναμιν ἔχοι, καὶ ταύτῃ καταχρατεῖ τῆς ἑτέρας. Καὶ τίς ἡ μάχη καὶ ἡ διάστασις, ὥστε μεριζάνα τὸν Θεὸν τὴν ἐνυπάρχουσαν ἰσχὺν ἑαυτῷ, τὸ ἐνὶ τμήματι τῆς δυνάμεως καταπαλαίειν τὸ ἕτερον; Οὐ γὰρ ἂν κρατηθεῖς τῆς δυνάμεως ἑαυτῷ, μὴ συμμαχοῦσι· αὐτῷ πρὸς τοῦτο μεῖζονός τινος καὶ βιασι-τέρας δυναμews. Τοιούτος ὁ Εὐνομίου Θεός, διφυὴς τις ἢ πολύ