Ancient Greek
473.1
Gregorius Nyssenus Theol., Contra Eunomium 473.1
Unproofread scanNot analysed yet
A κυρίως λέγεσθαι κατεσκευάσθη· τοῦτο οὖν εἶναι τῆν κατάληψιν τῶν θείων μυστηρίων ὁρίζονται, τὸ ἀθετεῖσθαι τοῦ Υἱοῦ τὴν θεότητα, μόνονοι φανερῶς ἐμθούντες παντὶ τῇ τῆς ἀκοῆς ὑπόχῃ, ὅτι Σοὶ ἔξεστι τελείως κατὰ τὴν γνῶσιν εἶναι, μὴ πιστεύοντι τῷ Μονογενεῖ Θεῷ, ὅτι ἐστὶ Θεὸς ἀληθῶς· μὴ τιμῶντι τὸν Υἱόν, καθὼς τιμᾶται ὁ Πατήρ, μὴ Υἱόν, ἀλλὰ κτίσμα κατὰ τὴν φύσιν εἶναι νομίζοντι· μὴ Κύριον, ἢ ὑσπότην, ἀλλὰ δοῦλον καὶ ὑποχείριον. Πρὸς τοῦτο γὰρ βλέπει τὸ πέρας τῆς συμβουλῆς, κἂν ἑτέροις ῥήμασιν ἡ βλασφημία περικαλύπτεται.