Ancient Greek
483.2
Gregorius Nyssenus Theol., Contra Eunomium 483.2
Unproofread scanNot analysed yet
B Ὅμως ἀπὸ τοιαύτης ὠρυημένου φύσεως, πλατύνουσι κατὰ τῆς ἀοράστου δυνάμεως τὰ ἴδια στόματα, καὶ προστηνορίᾳ μιᾷ τὴν ἀόριστον φύσιν περιμετροῦσι, τῷ ὀνόματι τῆς ἀγεννησίας τὴν οὐσίαν τοῦ Θεοῦ περιορίζοντες, ἵνα τὴν κατὰ τοῦ Μονογενοῦς ἑαυτοῖς βλασφημίαν διὰ τούτων ὁδοποιήσωσι. Τοῦ δὲ μεγάλου Βασιλείου διορθωσαμένου τὴν ἠπατημένην ὑπόνοιαν, καὶ τινὰ περὶ τῶν ὀνομάτων διεξελθόντος, ὡς οὐκ ἐκ φύσεως ὄντων, ἀλλὰ κατ' ἐπίνοιαν ἐπιχειμενῶν τοῖς πράγμασι· τοσοῦτον ἀπέχουσι τοῦ ἀναλύσαι πρὸς τὴν ἀλήθειαν, ὅτι καθάπερ ἴξῃ τινὶ προακατέχονται τοῖς ἀπαξ παρ' αὐτῶν εἰρημένοις, καὶ οὐ μεθίεται τοῦ σοφίσματος, οὔδὲ κατ' ἐπίνοιαν λέγεσθαι τὸ ἀγέννητον, ἀλλὰ τῆς φύσεως εἶναι παραστατικὸν διορίζονται. Τὸ μὲν οὖν πάντα διεξέναι τὸν λόγον, καὶ τὴν ληρῶν καὶ μακρὰν ἐκείνην παραθέμενον φλυαρίαν ἐπὶ λέξεως ἀνατρέψαι πειράσθαι, μακρὰς ἂν εἴη σχολῆς καὶ χρόνου πολλοῦ καὶ πολλῆς