Ancient Greek
484.1
Gregorius Nyssenus Theol., Contra Eunomium 484.1
Unproofread scanNot analysed yet
A ἀπραξίας δεόμενον. Καθάπερ ἀκούωε καὶ τὸν Εὐνόμιον ὑπὲρ τῶν Ἰλιαχὼν πολέμων τῇ πολυτελῆ φιλοσώνως καὶ καθ' ἡσυχίαν πολλὴν προσεσχίσαντα, ἐν πολλῇ τῇ ὕπνῳ τὸν μακρὸν τοῦτον ὕνειρον ἑαυτῷ συμπλάσαι, ζητοῦντα φιλοπόνως, οὐδὲπας ἐρμηνεύση τὶ τῶν νοηθέντων, ἀλλ' ὅπως κατὰ τῶν λέξεων ἐπισάφην καταγνασάμενα νοήματα, καὶ περισυλλέγοντα τὰς ἐπιχρεστέρας φωνὰς ἐκ συγγραμμάτων τινῶν. Καὶ ὥσπερ οἱ πτωχοὶ διὰ ἀπορίαν ἐσθῆτος, ἐκ θραυσμάτων τινῶν τοὺς χιτῶνας ἑαυτοὺς περιεπενθύντες συρράπτουσιν · οὕτω καὶ τοῦτον ἄλλην ἀλλαγῶι λέξιν περισκοπόμενον, διὰ τοῦτον ἐξυφήσει ἑαυτῷ τοῦ λόγου τὸν χέντρανα, οὐκ ἀταλαιπώρως διακολλῶντα τὴν συμβολὴν τῶν ῥημάτων καὶ συνεργιζόντα. Οὐ τὸ γλαύχρον καὶ μειρακιώδες τῆς φιλοτιμίας εἰς ἁμιλλαν ἀνδρὶ πρὸς ἀληθείαν βλέποντι τοσοῦτον ἀπόβλητον, ὅσον ἀθλητῇ τινὶ τὰς καρτερίας τε καὶ ἐώρων τὸ διὰ περιγύρας κομμωτικῆς γυναικίζεσθαι. Ἄλλὰ μοι δοκεῖ τὸν σκοπὸν τοῦ παρόντος ἔγχειρήματος δι' ὀλίγων ἐπιβαμόνως, τὰς μακρὰς περιόδους χαίρειν ἔδσαι. Οὐκοῦν εἴρηται παρ' ἡμῶν · οἰκτιοῦμαι γὰρ τοῦ διδασκάλου τὸν λόγον · ὅτι τῆς θείας φύσεως ἀμυδρὴν μὲν καὶ βραχυτάτην ἔχομεν διὰ τῶν λογισμῶν τὴν ἀντίληψιν · ἀποχρώσαν δ' ὅμως τῇ βραχύτητι τῆς δυνάμεως ἡμῶν διὰ τῶν ὀνομάτων τῶν περὶ αὐτὴν εὐσεβῶς λεγομένων τὴν γνώσιν ἐφανιζόμεθα. Τοῦτον δὲ φαμεν τῶν ὀνομάτων οὐ μονοειδῆ πάντων εἶναι τὴν σημασίαν, ἀλλὰ τὰ μὲν τῶν προσόντων τῷ Θεῷ, τὰ δὲ τῶν ἀποσεφυκτῶν ἔχει τὴν ἔμφασιν · οἷον, δίκαιον αὐτὸν καὶ ἀφθαρτον λέγομεν, τῷ μὲν δικαίῳ, τῷ προσεῖναι δικαιοσύνην · τῷ δὲ ἀφθάρτῳ τῷ μὴ προσεῖναι φθορὰν ἄδεικνύμενοι. Ἔξεστι δὲ πᾶλιν καὶ ὑπαλλάξαντα τὰς σημασίας κατὰ τὴν ἁμῖλιν προσφύως ἐφαρμόσαι τῷ Θεῷ τὰ ὀνόματα · ὥστε τῷ μὲν ἀπεμεινοῦντι, τὸ oikeiwn, τῷ δὲ προσόντι, τὸ ἀλλότριον παραστήσασθαι. Τῇ γὰρ δικαιοσύνη τῆς ἀδικίας ἀντεινούμενης, τῇ δὲ φθορᾷ τῆς ἀδιότητος ἀντικειμένης, δυνατόν ἐστι χρησθαι προσφόρως ἐπὶ τοῦ Θεοῦ τοῖς ἐναντίοις, καὶ μὴ διαμαρτεῖν τοῦ προσήκοντος ἐν τῷ εἰπεῖν, δεῖ τε αὐτὸν εἶναι καὶ δίκιον μὴ εἶναι · ὅπερ ἴσον ἐστὶ τῷ δίκαιον τε εἶναι λέγειν, καὶ φθορὰν μὴ προσδέχεσθαι. Οὕτω καὶ τὰ λοιπὰ τῶν ὀνομάτων τῇ ποτὲ μεταλήψει τῆς σημασίας πρὸς ἐκατέραν τὴν ἔμφασιν ἐπιπτελεῖως ἔχειν φαμέν, εἰον τὸ ἀγαθὸν καὶ ἀθάνατον, καὶ πάντα τὰ κατὰ τὸν ὁμοιον ἐκφερόμενα τύπον. Δύναται γὰρ ἕκαστον αὐτῶν ἄλλως καὶ ἄλλως μεταληφθέν, καὶ τὸ προσὸν καὶ τὸ μὴ προσὸν ἐπὶ τῆς θείας ἐνδείξασθαι φύσεως · ὥστε τοῦ σχήματος τῶν ὀνομάτων ὑπαλλασσομένου, τὴν εὐσεβῆ περὶ τὸ ὑποκείμενον διάνοιαν μένειν ἀκίνητον. Ταῦτό γάρ ἐστιν, ἀπεπίδεικτον τε πονηρίας τὸν Θεὸν εἰπεῖν, καὶ ἀγαθὸν ὀνομάσαι · καὶ ἀθάνατον ὁμολογήσαι, καὶ ἀεὶ ζῶντα εἰπεῖν. Οὐδεμίαν γὰρ ἐν τούτοις κατὰ τὸ σημαίνόμενον διαφορὰν ἀννοοῦμεν, ἀλλ' ἐν δι' ἑκατέρων τῶν λόγων ἀποσημαίνομεν · κἂν τὸ μὲν θεσιν, τὸ δὲ ἀναλρεσιν τινος ἔχειν δοκῇ.