Ancient Greek
491.2
Gregorius Nyssenus Theol., Contra Eunomium 491.2
Unproofread scanNot analysed yet
D Ἀγεννητὸν φασὶ τὸν Θεὸν εἶναι, τοῦτο καὶ ἡμεῖς συντιθέμεθα· ἀλλὰ καὶ τὴν ἀγεννησίαν, οὐσίαν εἶναι, πρὸς τοῦτο παρ' ἡμῶν ἡ ἀντίρρησις. Ὁνομα γὰρ τοῦτο φαμεν ἐνδεικτικὸν εἶναι τοῦ ἀγεννητῶς τὸν Θεὸν ὑφεστάναι, οὐ τὴν ἀγεννησίαν εἶναι Θεόν· ἐλέγχειν ἐπαγγέλεται τὸν ἡμέτερον λόγον· τὶς οὖν ὁ ἐλεγχος; Ὅτι Πρὸ τῶν ἀνθρώπων συστάσεως ἦν, φησὶν, ἀγέννητος. Τὶ τοῦτο πρὸς τὸ ζητουμένον, τὸ δεῖξαι οὕτως κατεπαγγέλλεσθαι, ταὐτὸν εἶναι τὸ ὑποκείμενον τῷ ὀνομα; Οὐσίαν γὰρ εἶναι τὴν ἀγεννησίαν ὁρίζεται. Τὶς οὖν ἡ τῶν ἐπαγγελμένων ἀπόδειξις; Τὸ δεῖξαι προϋφεστῶτα τῶν φωνῇ κεχρημένων, τὸν Θεόν. Ὦ τῆς ἀναντίρρητου καὶ θαυμαστῆς ἀποδείξεως! αὕτη ἐστὶν, ἡ ἐκ τῆς διαλεκτικῆς